1
Epistula ad Alexandrum Alexandrinum
1 Μεθ' ὅσης μὲν ἀγωνίας καὶ μεθ' ὅσης φροντίδος ἐπὶ ταῦτα ἦλθον τὰ γράμματα· 2 Κατηγορεῖ αὐτῶν τὰ σὰ γράμματα ὡς λεγόντων, ὅτι ὁ υἱὸς ἐκ τοῦ μὴ ὄντος γέγονεν ὡς εἷς τῶν πάντων. οἱ δὲ προήνεγκαν ἑαυτῶν γραμματεῖον, ὃ πρὸς σὲ πεποιήκασιν, ἐν ᾧ τὴν ἑαυτῶν πίστιν ἐκθέμενοι αὐτοῖς ῥήμασιν τάδε ὡμολόγουν· "τὸν νόμου καὶ προφητῶν καὶ καινῆς διαθήκης θεὸν γεννήσαντα υἱὸν μονογενῆ πρὸ χρόνων αἰωνίων, δι' οὗ καὶ τοὺς αἰῶνας καὶ τὰ πάντα πεποίηκε, γεννήσαντα δὲ οὐ δοκήσει, ἀλλὰ ἀληθείᾳ, ὑποστήσαντα ἰδίῳ θελήματι, ἄτρεπτον καὶ ἀναλλοίωτον, κτίσμα τοῦ θεοῦ τέλειον, ἀλλ' οὐχ ὡς ἓν τῶν κτισμάτων". εἰ δὴ οὖν τὰ παρ' αὐτῶν γράμματα ἀληθεύει, πάντως δὲ καὶ παρὰ σοὶ φέρεται, ἐν ᾧ ὁμολογοῦσι τὸν υἱὸν τοῦ θεοῦ πρὸ χρόνων αἰωνίων, δι' οὗ καὶ τοὺς αἰῶνας πεποίηκεν, εἶναι ἄτρεπτον καὶ κτίσμα τοῦ θεοῦ τέλειον, ἀλλ' οὐχ 3 ὡς ἓν τῶν κτισμάτων. ἡ δὲ σὴ ἐπιστολὴ κατηγορεῖ αὐτῶν ὡς ἂν λεγόντων, ὅτι ὁ υἱὸς γέγονεν ὡς ἓν τῶν κτισμάτων. αὐτῶν τοῦτο μὴ λεγόντων, ἀλλὰ σαφῶς διορισαμένων, ὅτι "οὐχ ὡς ἓν τῶν κτισμάτων", ὅρα εἰ μὴ εὐθὺς πάλιν αὐτοῖς ἀφορμὴ δίδοται εἰς τὸ 4 ἐπιλαβέσθαι καὶ διαβάλλειν ὁρμᾶσθαι ὅσα καὶ θέλουσι. πάλιν αὐτοὺς ᾐτιῶ λέγοντας ὅτι "ὁ ὢν τὸν μὴ ὄντα ἐγέννησε". θαυμάζω δέ, εἰ δύναταί τις ἄλλως εἰπεῖν. εἰ γὰρ εἷς ἐστιν ὁ ὤν, δῆλον ὅτι ἐξ αὐτοῦ γέγονε πᾶν ὅ, τι καὶ ἔστι μετ' αὐτόν· εἰ δὲ μὴ μόνος αὐτός ἐστιν ὁ ὤν, ἀλλὰ καὶ ὁ υἱὸς ἦν ὁ ὤν, καὶ πῶς τὸν ὄντα ὁ ὢν ἐγέννησεν; οὕτως γὰρ ἂν δύο εἴη τὰ ὄντα.