1
De anima contra Arianos (fragmenta)
ΠΕΡΙ ΨΥΧΗΣ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ
10 Τί δ' ἂν εἴποιεν εἰς τὰς τοῦ βρέφους ἀναβλέψαντες ἀνατροφὰς, ἢ τὴν τῆς ἡλικίας ἀνάδοσιν, ἢ τὴν ἐπίτασιν τῶν χρόνων, ἢ τὴν τοῦ σώματος αὔξην; Ἵνα δὲ παρῶ λέγειν τὰς ἐπὶ ἐδάφους ἐκπληρωθείσας θαυματουργίας, ὁράτωσαν τὰς τῶν νεκρῶν ἀναβιώσεις, τὰ τοῦ πάθους σύμβολα, τὰ τῶν μαστίγων ἴχνη, τοὺς τῶν πληγῶν μώλωπας, τὰς τετρωμένας πλευρὰς, τοὺς τῶν ἥλων τύπους, τὴν τοῦ αἵματος ἔγχυσιν, τὰ τοῦ θανάτου σημεῖα, καὶ τὸ σύμπαν εἰπεῖν, αὐτὴν τὴν τοῦ ἰδίου σώματος ἀνάστασιν.
11 Καὶ μὴν εἴ τις εἰς τὴν τοῦ σώματος γέννησιν ἀφορᾷ, προδήλως εὑρήσειεν ἂν ὡς ἐν τῇ Βηθλεὲμ τεχθεὶς ἐσπαργανώθη, κἀν τῇ Αἰγύπτῳ χρόνοις ἐτράφη τισὶν ἕνεκεν τῆς τοῦ ἀλάστορος ἐπιβουλῆς Ἡρώδου, κἂν τῇ Ναζαρὲτ ἀνδρωθεὶς ηὐξήθη.
12 Οὐ γὰρ ταὐτόν ἐστιν ἡ σκηνὴ τοῦ Λόγου καὶ Θεοῦ, δι' ἧς τὴν θείαν ἐθεώρει δόξαν ὁ μακάριος Στέφανος.
13 Πρὸ μὲν τοῦ πάθους ἑκάστοτε τὸν σωματικὸν αὑτοῦ προὔλεγε θάνατον, τοῖς ἀμφὶ τοὺς ἀρχιερέας ἐκδοθήσεσθαι φάσκων, καὶ τὸ τοῦ σταυροῦ τρόπαιον ἀπαγγέλλων. Μετὰ δὲ τὸ πάθος, τριταῖος ἐκ τῶν νεκρῶν ἀναστὰς, ἐνδοιαζόντων αὐτὸν ἐγηγέρθαι τῶν μαθητῶν, ἐπιφανεὶς αὐτοῖς αὐτῷ σώματι, σάρκα μὲν ἅπασαν σὺν ὀστέοις ἔχειν ὁμολογεῖ, ταῖς δὲ ὄψεσι τούτων τὰς τετρωμένας ὑποβάλλων πλευρὰς, καὶ τοὺς τύπους αὐτοῦ ὑποδεικνύει τῶν ἥλων.
14 ∆ι' ὀλίγων δὲ ἔστιν ἐλέγξαι τὴν ἀσεβῆ συκοφαντίαν αὐτῶν· μάλιστα μὲν γὰρ εἰ μὴ τῆς τῶν ἀνθρώπων ἕνεκεν σωτηρίας εἰς τὴν τοῦ θανάτου σφαγὴν τὸ ἴδιον ἑκουσίως ἐξεδίδου σῶμα. Πρῶτον μὲν πολλὴν αὐτῷ περιάπτουσιν ἀδυναμίαν, ὅτι μὴ οἷός τ' ἐγένετο τὴν τῶν πολεμίων ὁρμὴν ἐπισχεῖν.
15 ∆ιὰ τί δὲ περὶ πολλοῦ ποιοῦνται δεικνύναι τὸν Χριστὸν ἄψυχον ἀνειληφέναι σῶμα, γεώδεις πλάττοντες ἀπάτας; Ἵνα εἰ δυνηθεῖεν ὑποφθεῖραί τινας, ταῦθ' οὕτως ἔχειν ὁρίζεσθαι, τηνικαῦτα τὰς τῶν παθῶν ἀλλοιώσεις τῷ θείῳ περιάψαντες Πνεύματι, ῥᾳδίως ἀναπείσωσιν αὐτοὺς, ὡς οὐκ ἔστι τὸ τρεπτὸν ἐκ τῆς ἀτρέπτου φύσεως γεννηθέν.
16 Σύμφωνα δὲ τούτοις διεξιὼν ὁ αὐτὸς Ἱερεμίας εἰσηγεῖται τὰς τοῦ Θεοῦ διακονούμενος φωνὰς, δι' ὧν δείκνυσιν, ὅτι μήτε τὰς τῶν δικαίων προσίεται πρεσβείας, εἰ βουληθεῖεν τῶν μιαιφόνων χάριν ἀξιῶσαι. Καὶ εἶπε Κύριος πρός με λέγων· Ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς.
17 Εἰ δὲ διὰ τῆς τοῦ Χριστοῦ ἐπιφανείας εἰς τὸν παράδεισον τὸ τῶν ἀνθρώπων εἰσάγει γένος, ὁπηνίκα δὲ ἐσταυρώθη τὸν λῃστὴν αὐθήμερον εἰσάξειν αὐτόθι προηγόρευσεν τοῦ σώματος ἔτι βεβλημένου τῷ μνήματι, συνέστηκεν ὅτι συνδιαιτωμένη κυρίως ἡ ψυχὴ τοῦ Χριστοῦ τῷ Λόγῳ καὶ Θεῷ, τῷ πᾶσαν ὁμοῦ τὴν τῶν γενητῶν περιέχοντι κτίσιν, τὴν ὁμογενῆ τοῦ ἀνθρώπου ψυχὴν εἰς τὸν παράδεισον εἰσήγαγεν. Οὐδὲ γάρ ἐστι γεγραμμένον ὅτι πρὸ τῆς ἀναστάσεως τοῦ ἁγίου σώματος τὸ τοῦ λῃστοῦ προηγέρθη σῶμα τὴν ἐπαγγελίαν ἀπολαβόν. Ἀκόλουθον ἄρα ἐστὶν ὑπολαμβάνειν ἐμφρόνως ὅτι ἡ ψυχὴ τὴν συγγενῆ ψυχὴν ὁδηγοῦσα φιλοφρόνως, ἅτε δὴ καὶ μείζονος ἐξουσίας ἐχομένη, τὴν μὲν ὑπόσχεσιν αὐθήμερον ἐπὶ πέρας ἦγεν, εἰς δὲ τὴν ἐξαίρετον εἰσῆγε κληρονομίαν ἀνοίγουσα τὸν παράδεισον.