1
De fide contra Arianos (fragmenta)
63 Ἀρχὴ γάρ τοι τῶν καλλίστων τῆς δικαιοσύνης ὁδῶν γεγένηται ἡμῖν ὁ ἄνθρωπος τοῦ Χριστοῦ, τοῖς κρείττοσι τῶν ἐπιτηδευμάτων προσάγων ἡμᾶς. Σεμνοπρεπῶς προσαρμόττει τῷ Πνεύματι, ξεναγεῖ εἰς τὸν παράδεισον, εἰς τὴν οἰκείαν ἀποκαθίστησι νομήν. ∆ιὸ καὶ ὁ Χριστὸς ἔλεγεν· ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Τῷ μὲν οὖν ὀνόματι τῆς ὁδοῦ τὴν κατὰ ἄνθρωπον δηλοῖ περιβολὴν, ὅπερ ἔστι τῶν σωματικῶν καὶ τῶν ὁρατῶν· γῆς γάρ τι μόριον ἡ ὁδὸς καὶ αἰσθητὸν ἔδαφος καθέστηκε· τὸ δὲ ὄνομα τῆς ἀληθείας <καὶ> τῆς ζωῆς τὴν τοῦ Πατρὸς φύσιν· ἡ γὰρ ἀλήθεια πρᾶγμά τι νοητὸν οὔτε ὄμμασιν οὔτε ἁφῇ ὑποπίπτον.