1

1

In Genesim de creatione [Sp.] (fragmenta)

85 Καὶ γὰρ ἐκ πολλῶν τρόπων ἔστι διαγνῶναι, φησὶν ὁ Πατὴρ, τούτων τῶν ζῴων καὶ πετεινῶν τὸ διάφορόν τε καὶ ἀνόμοιον· πρῶτον διὰ τοῦ εἰπεῖν καὶ ἔπλασε κύριος ὁ Θεὸς ἐκ τῆς γῆς ἔτι· οὐ γὰρ εὑρίσκομεν πλάσμα Θεοῦ εἶναι εἰ μὴ τὸν ἄνθρωπον· πάλιν καὶ διὰ τοῦ λέγειν τὸ ἔτι, δείκνυσιν ἡ γραφὴ ἔτερά τινα ἐνταῦθα ζῷα προφητεύεσθαι καὶ πετεινὰ παρὰ τὰ πρότερα οὔτε γὰρ γέγραπται τὰ πρῶτα πετεινὰ ἐκ γῆς γενόμενα, ἀλλ' ἐξ ὑδάτων· ταῦτα δὲ ἐκ γῆς ἐγένοντο, μᾶλλον δὲ ἐπλάσθησαν ἰδιοχείρως παρὰ Θεοῦ καὶ οὐ κατὰ πρόσταξιν. Ὡσαύτως καὶ διὰ τοῦ λέγειν πάντα τὰ πετεινὰ καὶ πάντα τὰ θηρία νῦν ὑπὸ Θεοῦ πλασθῆναι οὐ δίδωσι ἡμῖν χώραν τοῦ ὅλως εἰπεῖν ὅτι μὲν ἐγένοντο πρότερον, μέρος δὲ νῦν ὅθεν οὔτε περὶ σπερμοφάγου βρώσεως ἐν τούτοις τι διακελεύεται ὁ Θεός· τὰ γὰρ εἰς παράδεισον εἰσερχόμενα οὐ χόρτον ἐσθίει, ἀλλὰ πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ πρό γε πάντων ἐκ τοῦ ξύλου τῆς ζωῆς Χριστοῦ τοῦ ζωοποιοῦντος καὶ ταῦτα τὰ ζῷα ἔστιν εἰπεῖν ὅτι ἔθνη εἰσὶ ταῦτα τὰ θηρία τὰ ἐν τῇ Ἐκκλησίᾳ ὑπὸ Θεοῦ συναχθέντα ἢ ὅτι ἱππὼν καὶ συβόσιον καὶ καμηλοστάσιον καὶ οἰοτρόφυον (...) σήμερον ὁ παράδεισος ὑπάρχει.

86 Οὐχ οὕτως, ὦ φιλόσοφε, ἀλλ' ἢ τὸ εἰπεῖν τὸν Θεόν· ἀρχέτωσαν πάσης τῆς γῆς, καὶ τὸ· κατακυριευσάτωσαν αὐτῆς καὶ πάντων τῶν ἐν αὐτῇ, τοῦτο τὸ κύριόν ἐστι τοῦ ποιῆσαι τὸν ἄνθρωπο κατ' εἰκόνα Θεοῦ καὶ ἄρχειν αὐτὸν πάσης τῆς γῆς. Ἐπείπερ, ὡς ἄρχει ὁ Θεὸς ἁπάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ πάντων, οὕτω καὶ τὸν ἄνθρωπον δεύτερον ἄρχοντα πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ κατέστησε, τοῦτο εἶναι τὸ κατ' εἰκόνα Θεοῦ καὶ καθ' ὁμοίωσιν γενέσθαι τὸν ἄνθρωπόν φημι. 87 Καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Ἀλλὰ πρὸς τίνα ἔφη· ζητήσωμεν, φιλόσοφε; ἐν τῷ γὰρ εἰπεῖν· καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, ζήτημα ἐνέβαλε νοῆσαι ἡμᾶς, πρὸς τίνα ἔλεγε τὸ ποιήσωμεν· εἰπὼν γὰρ· καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον, ἐπήγαγε λέγων· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, ἄρρεν καὶ θῆλυ ἐποίησε αὐτούς. Ἡ οὖν τοῦ ποιήσωμεν σημασία τὸ εἶναι πρόσωπον συνδημιουργὸν σημαίνει καὶ συνισοπροσήγορον εἰσάγει. Ὡς γὰρ Θεὸς ὁ Πατήρ ἐστιν ὁ εἰπών· ποιήσωμεν ἄνθρωπον, οὕτω Θεός ἐστι καὶ πρὸς ὃν τὸ ποιήσωμεν εἴρηκε, μιᾶς οὔσης τῆς τῶν ἀμφοτέρων προσώπων θεότητος, τοῦ τε εἰπόντος· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ τοῦ ποιήσαντος τὸν ἄνθρωπον. Τὸ γὰρ ποιήσωμεν τὸ πανάγιον καὶ ἀπαράλλακτον τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεότητος παρίστησιν ἡ φωνή· ἡ γὰρ τοῦ Θεοῦ εἰκὼν ἁπλῆ καὶ ἀσύνθετός ἐστι, πῦρ οὖσα τῇ φύσει.