1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

De filio (orat. 30)

ΛΟΓΟΣ ΘΕΟΛΟΓΙΚΟΣ ΤΕΤΑΡΤΟΣ ΠΕΡΙ ΥΙΟΥ

1 Ἐπειδή σοι τὰς μὲν ἐκ τῶν λογισμῶν στροφὰς καὶ πλοκὰς ἱκανῶς διεσείσαμεν τῇ δυνάμει τοῦ πνεύματος, τὰς δὲ παρὰ τῶν θείων γραφῶν ἐνστάσεις τε καὶ ἀντιθέσεις, αἷς οἱ τοῦ γράμματος ἱερόσυλοι καὶ τὸν νοῦν τῶν γεγραμμένων κλέπτοντες τοὺς πολλοὺς σφετερίζονται, καὶ τὴν ὁδὸν τῆς ἀληθείας ταράσσουσι, συλλήβδην μὲν ἤδη λελύκαμεν, καὶ οὐκ ἀμυδρῶς, ὡς ἐμαυτὸν πείθω, τοῖς εὐγνωμονεστέροις· τὰς μὲν ὑψηλοτέρας καὶ θεοπρεπεστέρας φωνὰς προσνείμαντες τῇ θεότητι, τὰς δὲ ταπεινοτέρας καὶ ἀνθρωπικω τέρας τῷ νέῳ δι' ἡμᾶς Ἀδὰμ καὶ θεῷ παθητῷ κατὰ τῆς ἁμαρτίας· τοῖς δὲ καθ' ἕκαστον οὐκ ἐπεξεληλύθαμεν, ἐπειγομένου τοῦ λόγου· σὺ δὲ καὶ τούτων ἐπιζητεῖς ἐν βραχεῖ τὰς λύσεις, τοῦ μὴ παρα σύρεσθαι λόγοις πιθανότητος, ἡμεῖς καὶ ταύτας κεφαλαιώσομεν εἰς ἀριθμοὺς διελόντες διὰ τὸ εὐμνημόνευτον.

2 Ἔστι γὰρ ἓν μὲν αὐτοῖς ἐκεῖνο καὶ λίαν πρόχειρον τό· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. πρὸς ὃ πῶς ἀπαν τησόμεθα; οὐ Σολομῶντος κατηγορήσομεν; οὐ τὰ πρὶν ἀθετήσο μεν διὰ τὴν τελευταίαν παράπτωσιν; οὐχὶ τῆς σοφίας αὐτῆς ἐροῦμεν εἶναι τὸν λόγον, τῆς οἷον ἐπιστήμης καὶ τοῦ τεχνίτου λόγου, καθ' ὃν τὰ πάντα συνέστη; πολλὰ γὰρ ἡ γραφὴ προσωποποιεῖν οἶδε καὶ τῶν ἀψύχων, ὡς τό· Ἡ θάλασσα εἶπε τάδε καὶ τάδε· καί, Ἡ ἄβυσσος εἶπεν, οὐκ ἔστιν ἐν ἐμοί· καί, Οἱ οὐρανοὶ διηγούμενοι δόξαν θεοῦ. καὶ πάλιν ῥομφαία τι διακελεύεται, καὶ ὄρη καὶ βουνοὶ λόγους ἐρωτῶνται σκιρτήσεως. τούτων οὐδέν φαμεν, εἰ καί τισι τῶν πρὸ ἡμῶν ὡς ἰσχυρὰ τέθειται. ἀλλ' ἔστω τοῦ σωτῆρος αὐτοῦ, τῆς ἀλη θινῆς σοφίας, ὁ λόγος. μικρὸν δὲ συνδιασκεψώμεθα. τί τῶν ὄντων ἀναίτιον; θεότης. οὐδεὶς γὰρ αἰτίαν εἰπεῖν ἔχει θεοῦ· ἢ τοῦτο ἂν εἴη θεοῦ πρεσβύτερον. τίς δὲ τῆς ἀνθρωπότητος, ἣν δι' ἡμᾶς ὑπέστη θεός, αἰτία; τὸ σωθῆναι πάντως ἡμᾶς. τί γὰρ ἕτερον; ἐπειδὴ τοίνυν ἐνταῦθα καὶ τὸ Ἔκτισε καὶ τὸ Γεννᾷ με σαφῶς εὑρίσκομεν, ἁπλοῦς ὁ λόγος. ὃ μὲν ἂν μετὰ τῆς αἰτίας εὑρίσκωμεν, προσθῶμεν τῇ ἀνθρωπότητι· ὃ δὲ ἁπλοῦν καὶ ἀναίτιον, τῇ θεότητι λογισώ μεθα. ἆρ' οὖν οὐ τὸ μὲν Ἔκτισεν εἴρηται μετὰ τῆς αἰτίας; Ἔκτισε γάρ μέ, φησιν, ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. ἔργα δὲ χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις, ὧν ἕνεκεν ἐχρίσθη θεότητι. χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος. τὸ δὲ Γεννᾷ με χωρὶς αἰτίας· ἢ δεῖξόν τι τούτῳ προσκείμενον. τίς οὖν ἀντερεῖ λόγος, κτίσμα μὲν λέγεσθαι τὴν σοφίαν κατὰ τὴν κάτω γέννησιν, γέννημα δὲ κατὰ τὴν πρώτην καὶ πλέον ἄληπτον;

3 Τούτῳ δὲ ἕπεται καὶ τὸ δοῦλον ἀκούειν εὖ δουλεύοντα πολλοῖς, καὶ τὸ μέγα εἶναι αὐτῷ κληθῆναι παῖδα θεοῦ. τῷ ὄντι γὰρ ἐδού λευσε σαρκί, καὶ γενέσει, καὶ πάθεσι τοῖς ἡμετέροις, διὰ τὴν ἡμε τέραν ἐλευθερίαν, καὶ πᾶσιν οἷς σέσωκεν ὑπὸ τῆς ἁμαρτίας κατεχο μένοις. τί δὲ μεῖζον ἀνθρώπου ταπεινότητι ἢ θεῷ πλακῆναι, καὶ γενέσθαι θεὸν ἐκ τῆς μίξεως, καὶ τοσοῦτον ἐπισκεφθῆναι ἀνατολῇ ἐξ ὕψους, ὥστε καὶ τὸ γεννώμενον ἅγιον υἱὸν ὑψίστου κληθῆναι, καὶ χαρισθῆναι αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; τοῦτο δὲ τί ποτε ἄλλο ἐστὶν ἢ θεός; καὶ τὸ πᾶν γόνυ κάμψαι τῷ κενωθέντι δι' ἡμᾶς, καὶ τὴν θείαν εἰκόνα δουλικῇ μορφῇ συγκεράσαντι, καὶ γνῶναι πάντα οἶκον Ἰσραήλ, ὅτι καὶ κύριον αὐτὸν καὶ Χριστὸν ὁ θεὸς ἐποίησεν; γέγονε γὰρ ταῦτα ἐνεργείᾳ μὲν τοῦ γεννήματος, εὐδοκίᾳ δὲ τοῦ γεννήτορος.

4 ∆εύτερον δὲ τί τῶν μεγίστων αὐτοῖς καὶ ἀμάχων; δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι τοῦδε, καὶ ὑπ' οὐρανοῦ δεχθῆναι ἄχρι χρόνων ἀποκαταστάσεως, καὶ τὴν ἐκ