ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ ΛOΓOΣ ΠAΡAIΝEΤIΚOΣ ΠΡOΣ EΛΛHΝAΣ.
Ἀρχόμενος τῆς πρὸς ὑμᾶς παραινέσεως, ὦ ἄνδρες Ἕλληνες, εὔχομαι τῷ θεῷ ἐμοὶ μὲν ὑπάρξαι τὰ δέοντα πρὸς ὑμᾶς εἰπεῖν, ὑμᾶς δέ, τῆς προτέρας ἀφεμένους φιλονεικίας καὶ τῆς τῶν προγόνων πλάνης ἀπαλλαγέντας, ἑλέσθαι τὰ λυ σιτελοῦντα νῦν, οὐδὲν οἰομένους περὶ τοὺς προγόνους ὑμῶν ἔσεσθαι παρ' ὑμῶν πλημμελές, εἰ τἀναντία νυνὶ τῶν πρό τερον μὴ καλῶς δοξάντων αὐτοῖς χρήσιμα φαίνοιτο παρ' ὑμῖν. Ἡ γὰρ τῶν πραγμάτων ἀκριβὴς ἐξέτασις καὶ τὰ δόξαντα πολλάκις καλῶς ἔχειν ἀλλοιότερα δείκνυσιν, ἀκριβεστέρᾳ πείρᾳ τἀληθὲς βασανίσασα. Ἐπεὶ τοίνυν ἡμῖν ὁ περὶ τῆς ἀληθοῦς θεοσεβείας πρόκειται λόγος, ἧς οὐδέν, οἶμαι, προ τιμότερον τοῖς ἀκινδύνως βιοῦν προῃρημένοις εἶναι νενό μισται διὰ τὴν μέλλουσαν μετὰ τὴν τελευτὴν τοῦδε τοῦ βίου ἔσεσθαι κρίσιν, ἣν οὐ μόνον οἱ ἡμέτεροι κατὰ θεὸν προκη ρύττουσι πρόγονοι, προφῆταί τε καὶ νομοθέται, ἀλλὰ καὶ οἱ παρ' ὑμῖν νομισθέντες εἶναι σοφοί, οὐ ποιηταὶ μόνον ἀλλὰ καὶ φιλόσοφοι, οἱ τὴν ἀληθῆ καὶ θείαν εἰδέναι παρ' ὑμῖν ἐπαγγελλόμενοι γνῶσιν, ἔδοξέ μοι καλῶς ἔχειν, πρῶτον μὲν τοὺς τῆς θεοσεβείας ἡμῶν τε καὶ ὑμῶν ἐξετάσαι διδασκά λους, οἵτινες καὶ ὅσοι καὶ καθ' οὓς γεγόνασι χρόνους, ἵν' οἱ μὲν πρότερον τὴν ψευδώνυμον θεοσέβειαν παρὰ τῶν προγόνων παρειληφότες, νῦν γοῦν αἰσθόμενοι, τῆς παλαιᾶς ἐκείνης ἀπαλλαγῶσι πλάνης, ἡμεῖς δὲ σαφῶς καὶ φανερῶς ἡμᾶς αὐτοὺς ἀποδείξωμεν τῇ τῶν κατὰ θεὸν προγόνων ἑπομένους θεοσεβείᾳ. Τίνας τοίνυν, ὦ ἄνδρες Ἕλληνες, τῆς θεοσεβείας ὑμῶν διδασκάλους εἶναί φατε; Τοὺς ποιητάς; Ἀλλ' οὐ συνοίσει ὑμῖν πρὸς ἄνδρας τὰ τῶν ποιητῶν εἰδότας λέγειν. Ἴσασι γὰρ τὴν ὑπ' αὐτῶν γελοιοτάτην περὶ θεῶν θεογονίαν λεγομένην, ὡς ἔστιν ἡμῖν ἀπὸ τῶν τοῦ κορυφαιοτάτου παρ' ὑμῖν καὶ πρώτου τῶν ποιητῶν Ὁμήρου μανθάνειν. Oὗτος γὰρ πρῶτον μὲν τὴν τῶν θεῶν γένεσιν ἐξ ὕδατος τὴν ἀρχὴν ἐσχηκέναι φη σίν. Oὕτω γὰρ γέγραφεν· Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν. Ἔπειτα δὲ καὶ ἃ περὶ τοῦ πρώτου παρ' αὐτοῖς νομιζομένου θεοῦ λέγει, ὃν καὶ πατέρα ὀνομάζει πολλάκις ἀνδρῶν τε θεῶν τε, ἀναγκαῖον ὑπομνῆσαι. Ἔφη γάρ· Ζεύς, ὅστ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. Aὐτὸν τοίνυν οὐ πολέμου ταμίαν μόνον τῷ στρατεύματι, ἀλλὰ καὶ ἐπιορκίας Τρωσὶ διὰ τῆς αὐτοῦ θυγατρὸς αἴτιον γεγενῆ σθαί φησι· τοῦτον ἐρῶντα καὶ σχετλιάζοντα καὶ ὀλοφυρό μενον καὶ ὑπὸ τῶν ἄλλων θεῶν ἐπιβουλευόμενον Ὅμηρος εἰσάγει, καὶ ποτὲ μὲν ἐπὶ τοῦ ἑαυτοῦ παιδὸς λέγοντα· Ὤ μοι ἐγών, ὅτε μοι Σαρπηδόνα, φίλτατον ἀνδρῶν, Μοῖρ' ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι!
ποτὲ δὲ ὑπὲρ τοῦ Ἕκτορος·