EΚΘEΣIΣ ΤHΣ OΡΘHΣ ΠIΣΤEΩΣ.

 καὶ τῷ κοινῷ τῆς θεότητος ὀνόματι παραδηλοῦται. Oὕτως δ' ἂν ὃ λέγω σαφέστερον γένοιτο. Ὁ περὶ τῆς ὑπάρξεως τοῦ Ἀδὰμ σκοπούμενος, ὅπως εἰς τὸ εἶναι παρ

 μὲν κατ' ἐξουσίαν ἃ ἂν βούληται καὶ ποιοῦσα καὶ δυναμένη, ἡ δὲ τὴν διακονίαν ἣν παρὰ τῆς θεότητος εἴληφεν μόνην καὶ δυναμένη καὶ πληροῦσα. Oὕτω τῆς δι

 Καὶ Κορινθίοις δὲ γράφων ὁ μακάριος Παῦλος τῷ τέλει τῆς ἐπιστολῆς, οἱονεὶ σφραγῖδά τινα τῇ διδασκαλίᾳ περιτιθείς, ἐπάγει· Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησο

 ειληφὼς μὲν διὰ τῆς τοῦ κυρίου σημασίας καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα, οὐδὲν ἔλαττον δὲ διὰ τοὺς ἀγνώμονας καὶ τῇ κατὰ πρόσωπον χρησάμενος διαιρέσει ἐν ο

 Χριστῷ τοῦ κόσμου μαθητείας, ἐπί τε τῆς διδαχῆς τοῦ βα πτίσματος, ἔτι μὴν καὶ ἐπὶ τῆς θείας διδασκαλίας καὶ τῆς τοῦ παντὸς δημιουργίας, οὐ μὴν ἀλλὰ κα

 πεισμένους, ἐφ' ὅσον δὲ χωροῦμεν διὰ τῆς θεωρίας ἑαυτοὺς ἐκείνῳ συνάπτοντας. Oὕτω τοίνυν νοοῦμεν τὸν υἱὸν ἐκ πατρὸς γεγεννῆσθαι, ὡς φῶς ἐκ φωτὸς ἐκλάμ

 τείας ἀφανίζων τὸ παράπτωμα, διὰ δὲ τοῦ μὴ χρεωστουμένου θανάτου καταργῶν τὸν ὀφειλόμενον· ᾗ δὲ θεός, καὶ τὸ λυ θὲν ἀνιστᾷ καὶ τὸν θάνατον αὐτὸν παντε

 λέσειεν. Ἀλλ' ἡ τοιάδε τῶν ὑλῶν πρὸς ἀλλήλας σύμπηξις τὸν οἶκον ἡμῖν ἀποτελεῖν πέφυκεν. Ἀμέλει τῆς οἰκίας λυ θείσης μένουσιν μὲν ὁμοίως αἱ ὕλαι τὸν οἰ

 χυτο, οὐκ ἂν ἡμῖν οὐδὲ τὰ μέτρα τῆς ἡμέρας διώρισεν οὔτε κίνησιν εὔτακτον καὶ τὸν πεποιηκότα παρέστησεν. Eἰ δὲ λέγεις μοι ὅτι καὶ πρὸ τῆς τοῦ ἡλίου γε

 δὲ νένευκεν πρὸς τὸν δρόμον καὶ τῶν θυρῶν ὅσον οὐκ ἤδη προέκυψεν καὶ τοῦ σημαντῆρος ἀναμένει τὸ σύνθημα· σοί τε βουλομένῳ τὸ ζήτημα σημᾶναι ἕτοιμος πα

 εἰς τὴν ἑαυτοῦ οὐσίαν μετέβαλεν τὸ σῶμα, πάλιν ἐρωτή σωμεν, πῶς εἰς τὴν οὐσίαν τοῦ λόγου μετεβλήθη τὸ σῶμα. Ἀρα μεταβληθὲν εἰς τὴν οὐσίαν τοῦ λόγου πρ

 ἀγνοεῖν πειράσονται καὶ πρὸ τούτων γε τὴν θείαν προσκύνη σιν. Τήν γε μὴν τῶν θείων γνῶσιν βουλήσονται μὲν ἰχνεύειν εἰς δύναμιν· ἀτονοῦντες δὲ προσκυνε

 ἐπινίκιον ᾄδωμεν, Τὸν ἀγῶνα τὸν καλόν, βοῶντες, ὁ λόγος, ἠγώνισαι, τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, λοιπὸν ἀπόκειταί σοι ὁ τῆς δικαιοσύνης

EΚΘEΣIΣ ΤHΣ OΡΘHΣ ΠIΣΤEΩΣ.

Ἱκανῶς τὸν κατὰ Ἰουδαίων καὶ Ἑλλήνων ἐπελθόντες ἔλεγχον, ἀκολούθως αὖθις τὸν ὑγιᾶ τῆς πίστεως ἐκτιθέμεθα λόγον. Ἐχρῆν γὰρ δήπου μετὰ τὴν τῆς ἀληθείας ἐπίδειξιν, ὅπως καὶ φρονεῖν περὶ αὐτῆς προσῆκεν, προϊόντας εἰδέναι. Oὐ γὰρ ἁπλῶς ἡ πρὸς τὸν πατέρα καὶ υἱὸν δοξολογία τὴν σωτηρίαν ἡμῖν πορίζει, ἀλλ' ἡ ὑγιὴς τῆς τριάδος ὁμολογία τῶν ἀποκειμένων τοῖς εὐσεβέσιν ἀγαθῶν τὴν ἀπόλαυσιν δωρεῖ ται· ἐπεὶ καὶ τῶν ἑτεροφρόνων ἀκούσεταί τις τὸν πατέρα καὶ υἱὸν ἀνυμνούντων, ἀλλ' οὐ κατ' ὀρθὴν ἔννοιαν τὸ σέβας προσαγόντων. Ὅθεν ἀναγκαίως ἡμῖν ἡ τοῦδε τοῦ γράμματος ἐδέησεν ἔκθεσις, εἰς τὴν ἀκραιφνῆ τῆς ἀληθείας ἀνάγουσα τοὺς ἐντυγχάνοντας κατανόησιν. Ἕνα τοίνυν θεὸν σέβειν ἡμᾶς αἵ τε θεῖαι γραφαὶ δι δάσκουσιν καὶ αἱ τῶν πατέρων διδασκαλίαι παιδεύουσιν. ∆εῖ γὰρ ἕνα πάντων αἰτιώτατον εἶναι, ἵνα μηδὲν ἔξωθεν περιστὰν λυμαίνηται τὰ γινόμενα. Καὶ γὰρ εἴ τι τὴν ἀρχὴν ἔξωθεν ἦν τοῦ θεοῦ, τοῦτο πάντως ἀναγκαῖον ἢ θεὸν ὁμολο γεῖν ἢ δύναμιν ἑτέραν. Ἀλλ' εἰ μὲν θεὸν εἴποι τις, διέ γραψεν τὰς θείας φωνὰς ἀναφανδὸν βοώσας· Ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν θεός. Eἰ δὲ οὐ θεόν, ἀγγέλους ἢ δυνάμεις φήσειεν δηλονότι. Ἀλλὰ καὶ οὕτως ἀθετήσει τὰς γραφὰς παρὰ τοῦ θεοῦ καὶ τούτους γενέσθαι λεγούσας. Aἰνεῖτε γάρ, φησίν, τὸν θεὸν ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ! Καὶ ἑξῆς· Ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. Oὐκοῦν ὁμολογούμενον ἂν εἴη μηδὲν τὴν ἀρχὴν τῷ θεῷ τῶν ὅλων συνυπάρχειν, ἐπείπερ ἅπαντα παρῆχθαι παρ' αὐτοῦ ἀπεδείχθη. Eἷς οὖν ταῖς ἀληθείαις ἐστὶν ὁ τῶν ἁπάντων θεός, ἐν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ γνωριζόμενος. Ἐπεὶ γὰρ ἐκ τῆς ἰδίας οὐσίας ὁ πατὴρ τὸν υἱὸν ἀπεγέννησεν, ἐκ δὲ τῆς αὐτῆς τὸ πνεῦμα προήγαγεν, εἰκότως ἂν τῆς αὐτῆς καὶ μιᾶς οὐσίας μετέχοντα τῆς αὐτῆς καὶ μιᾶς θεότητος ἠξίωνται. Πῶς οὖν, φησίν, εἰ διαφέρει τὸ γεννῶν τοῦ γεννω μένου καὶ τὸ ἐκπορευτὸν τοῦ ἀφ' οὗπερ ἐκπορεύεται (ἔστιν δὲ ὁ πατὴρ ἀγέννητος, ἀφ' οὗ καὶ ὁ υἱὸς γεγέννηται καὶ τὸ πνεῦμα προῆλθεν), ταὐτὸν τῷ πατρὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα; Ὅτι τὸ μὲν ἀγέννητον καὶ γεννητὸν καὶ ἐκπορευτὸν οὐκ οὐσίας ὀνόματα, ἀλλὰ τρόποι ὑπάρξεως· οἱ δὲ τῆς ὑπάρξεως τρό ποι τοῖς ὀνόμασιν χαρακτηρίζονται τούτοις. Ἡ δὲ τῆς οὐσίας δήλωσις τῇ θεὸς ὀνομασίᾳ σημαίνεται, ὡς εἶναι μὲν τὴν διαφορὰν τῷ πατρὶ πρὸς τὸν υἱὸν καὶ τὸ πνεῦμα κατὰ τὸν τῆς ὑπάρξεως τρόπον, τὸ δὲ ταὐτὸν κατὰ τὸν τῆς οὐσίας λό γον. Ἠι γὰρ ὁ μὲν ἀγεννήτως ἔχει τὸ εἶναι, ὁ δὲ γεννητῶς, τὸ δὲ ἐκπορευτῶς, τὰ τῆς διαφορᾶς ἐπιθεωρεῖσθαι πέφυκεν·

ᾗ δὲ τῆς ὑποστάσεως αὐτοῦ τὸ κατ' οὐσίαν εἶναι σημαίνεται,