1
Pro viribus acta monodia
ΙΩΑΝΝΟΥ ΑΝΑΓΝΩΣΤΟΥ Κατὰ δύναμιν μονῳδία ἐπὶ τῇ ἁλώσει τῆς
Θεσσαλονίκης.
Τίς ἂν εἰδὼς πάθεσι θρήνους ἐξισοῦν τὴν Θεσσαλονι κέων ἀξίως πόλιν ὠδύρετο; πόλις γὰρ αὕτη τὰς ἄλλας ὅσον ἐν εὐτυχίᾳ πολλῷ τῷ μέτρῳ παρήνεγκε, πανταχόθεν αὑτὴν λαμπρὰν καὶ ποθεινὴν δεικνῦσα, τοσοῦτο νῦν ἀτυ χέστατα πέπραγε καὶ θρηνῳδίας ἁπάσης ὑπόθεσις πρό κειται. Οἷς γὰρ τῶν ἀπ' αὐτῆς καλῶν καὶ μικρὸν γοῦν τινα χρόνον ἀπόνασθαι γέγονε, λέγειν οὐδὲν ἔπεισιν ἄλλο ταύ της γε πέρι ἢ ψυχήν, ὅσαπερ ἐς ἀθυμίαν ἐμβάλλει πηγάς τε δακρύων ἐξ ὀμμάτων προχεῖσθαι παρασκευάζει. Πολ λὰς μὲν γὰρ κάλλει καὶ θέσει, πολλὰς δὲ μεγέθει καὶ τῇ τῶν καλῶν ἀφθονίᾳ μηδ' ὅσον εἰπεῖν ὑπερέβαλε πόλεις. Καὶ ἃ πρὶν μὲν ἐκόμα τοῖς ἀγαθοῖς καὶ πλούτῳ τῷ θρυ λουμένῳ, νυνὶ δέ, ὡς μὴ ὤφελε, φροῦδα γεγένητο πάντα καὶ κακῶς ἀνεσκεύαστο. Ὤ, πῶς μαγνήτιδος τρόπον εἰς ἑαυτὴν ἅπαντας εἷλκεν, ἀποστῆναί τε τούτους οὐδ' ὁπωσ τοιοῦν συνεχώρει! Τοσούτῳ καὶ γὰρ κατεῖχεν, οἷς αὐτοὺς πανταχόθεν ἀφικνουμένους ἐδεξιοῦτο, δεσμοῖς τ' ἀλύτοις φιλίας συνέδει, ὡς ἀντὶ τῆς ἐνεγκαμένης αὐτὴν πάντας αἱρεῖσθαι καὶ μηδ' ἐπανόδου μεμνῆσθαι μηκέτι. Φεῦ! ἀλλ' ἤδη μὴ τοὺς ἐξ ἀλλοδαπῆς μόνον, οἷς ὑπῆρξεν, ὡς ἔφην, τῶν αὐτῆς ἀπολελαυκέναι χαρίτων, ἀλλὰ καὶ οὓς ἤνεγκε, 72 φεύγειν ὅλῃ παρεσκεύασε προθυμίᾳ καὶ Χάρυβδιν, ὥσπερ ἑτέραν, δεδοικέναι καὶ τρέμειν. Ὦ χρόνε, οἷα τίκτεις ἐξαίφνης καὶ μεταβολὰς οἵας ἐναπεργάζῃ τοῖς πράγμασι. Καλῶς σε, πρὸς τὸ παλίντροπον ἀπιδόντες, τροχὸν τὸ τῶν σοφῶν ὠνομάκασι γένος· πάντα γὰρ ἄνω καὶ κάτω μετα τίθης καὶ περιφέρεις. Ὦ πόλις, ἡ πρὶν μὲν ὥσπερ ναῦς ἐξ οὐρίας πλέουσα, ἔπειτα δὲ καταιγίδος δεινῆς ἐγερθείσης κακῶς συντριβεῖσα καὶ τὸν ἐναποκείμενον πλοῦτον ἀπο βαλοῦσα καὶ ἀπολέσασα, οὐδ' ἂν εἷς τῶν σοι προσόντων ἀφίκοιτό ποτ' εἰς λήθην ἑκών, εἰ μὴ τῶν φρενῶν ἐξέστηκεν ὅλως. Ἐγὼ μὲν οὖν καὶ σύνδακρυς σοῦ μεμνημένος καθί σταμαι καὶ τὸ προφητικὸν εἰπεῖν, «σκότος λεπτόν με κα λύπτει» καὶ παραμυθίαν ζητῶν ταὐτά μοι πάσχειν καὶ τοὺς ἄλλους εὑρίσκω. Ὤ, πῶς σου τὴν πρὶν εὐκοσμίαν ἀφῄρησαι καὶ ἡ λαμπρότης ἀπέσβη καὶ τοὺς ὁρῶντας κα τηφιᾶν ἀναγκάζεις.
Συγκέχυται γάρ σοι κόσμος ὁ περι κείμενος ἅπας, καὶ τὸ κάλλος, ᾧ σαυτὴν κοσμεῖν εἶχες, ἐξαίφνης ἀπόλωλε. Θέατρον γὰρ πρότερον μὲν εὔδαιμον ἦς, νυνὶ δὲ θέα πᾶσι γέγονας ἀπευκταία καὶ τοὺς ἐνοικεῖν ἑλομένους σοι καὶ ἄκοντας ἀπελαύνεις, ὁρᾶν σε μὴ φέ ροντας ἐν δυστυχίᾳ τοιαύτῃ. Οἳ γάρ σε τροφὸν οἴδασι καὶ μητέρα, τοῖς ἐπὶ μητρὶ κοπτομένοις ἀποιχομένῃ τὰ παρα πλήσια δρῶσι καὶ κατηφείας σε πάντες ποιοῦνται διήγημα. Ὦ παρόντες, ἐγὼ μὲν καὶ τῶν ἄλλων, ὅταν εἰς μνήμην ἥκω τῆς πόλεως, πολλῶν ὄντων καὶ μεγάλων καὶ ὧν λόγος οὐδεὶς ἐξαρκεῖ πρὸς διήγησιν, ἰλίγγου πληροῦμαι καὶ ἐμαυτὸν ὑπ' ἀθυμίας κατέχειν οὐχ οἷός τε γίνομαι, ἡνίκα δ' ἂν καὶ τὸν κάλλιστον, ὃν ἀποβέβληκε, κόσμον λογίσωμαι, νεώς, φημί, θείους καὶ τὰ κατὰ πᾶν αὐτῆς μέρος σεμνῶν ἀνδρῶν καταγώγια, μικροῦ καὶ ἄφωνος τοῖς παροῦσιν ὁρῶμαι καὶ μόλις ἐμαυτὸν ἀνακτῶμαι τοῦ πάθους. Ὀφθαλμῶν γὰρ εἰπεῖν ἦσαν οὗτοι βολαί τε καὶ γλῆναι τῇ πόλει καὶ νῦν κατακοιμηθεῖσαι ζοφερὰν αὐτὴν ἀπειρ 74 γάσαντο πάντῃ.
Καὶ τί μὴ λέγω τὸ κρεῖττον; Οὐρανῷ τε καὶ γῇ ταύτην εἴκασεν ἄν τις τὴν πόλιν εὐστόχως· τὸ μὲν γὰρ ἄνω τοὺς ἐν ἀρετῇ διαλάμποντας οἰκήτορας πρότερον