1

 2

1

De nativitate

Ἰωάννου τοῦ Χρυσοστόμου λόγος εἰς τὴν Χριστοῦ γέννησιν

Καλῶς καὶ ὠφελίμως οἱ προλαβόντες ἱερεῖς καὶ τὴν ἡμέραν ἐγκωμιάσαντες, τὸν δεσπότην τῆς ἡμέρας ἐδόξασαν καὶ ἡμᾶς τοὺς ἀκροατὰς πνευματικῶς ᾠκοδόμησαν. Ἐχρῆν μὲν ἡμᾶς τοὺς ἀμαθεῖς σιωπᾶν, ἐπειδὴ μάλιστα καὶ ἡ σὰρξ ἀσθενὴς καὶ ἡ γλῶσσα τραυλὴ καὶ ἡ διάνοια ῥᾳθυμοτέρα καθέστηκεν. Ἀναγκαζόμεθα δι' ὑμᾶς τοὺς ἀκροατὰς τὸν εὐτελέστατον ἡμῶν λόγον ἐν τῇ ἐκκλησίᾳ προβάλλεσθαι, ἵνα καὶ τὴν ἡμέραν ἐγκωμιάσωμεν καὶ ὑμᾶς εἰς ζῆλον θεοσεβείας προκαλεσώμεθα. Σήμερον Χριστὸς ἐτέχθη καὶ κόσμος ἐφωτίσθη· σήμερον Χριστὸς ἐν φάτνῃ καὶ διάβολος ἐνεπαίχθη· σήμερον Πέρσαι καὶ πάντα τὰ ἔθνη διὰ τοῦ ἀστέρος εὐαγγελίζονται, Ἡρώδης δὲ καὶ ἡ συναγωγὴ διὰ τῶν μάγων θορυβοῦνται· σήμερον Ἰωσὴφ καὶ Μαρία καὶ Χριστὸς ἐν τῷ σπηλαίῳ, ὡς Ἀβραὰμ καὶ Σάρρα καὶ Ἰσαὰκ ἐν τῇ σκηνῇ, Ἡρώδης δὲ καὶ ἡ συναγωγή, ὡς Ἄγαρ καὶἸσμαὴλ ἐν τῇ ἐρήμῳ. Σήμερον Ἡρώδης μαίνεται καὶ μάγοι ἀγάλλονται· ἐκεῖνοι τὰ δῶρα καὶ οὗτος τὸ ξίφος· τοῖς μάγοις ὁ ἀστὴρ ὁδὸς εἰς σωτηρίαν, τῷ Ἡρώδῃ οἱ ἀρχιερεῖς ὁδὸς εἰς φόνον· τὰ ἔθνη τὰ βάρβαρα χρυσὸν καὶ λίβανον καὶ σμύρναν καὶ οἱ νομομαθεῖς Ἰουδαῖοι ξύλον καὶ ἥλους καὶ λόγχην· ἱππεῖς καὶ τοξόται ἄνδρες τούτων καταφρονήσαντες, τὰ δῶρα λαβόντες, τῷ ἀστέρι ἠκολούθησαν· καὶ οἱ τὸν νόμον καὶ τοὺς προφήτας ἀναγινώσκοντες, τούτων καταφρονήσαντες, τὸν δεσπότην τούτων ἐσταύρωσαν· ἐκεῖνοι τὸν ἐν σπαργάνοις ἐσφιγμένον τιμῶσιν· οὗτοι δὲ τὸν ἐν σημείοις καὶ τέρασι ἀθετοῦσιν. Ἐκεῖνοι τὸν ἀστέρα ἰδόντες, ἀπὸ ἀπιστίας εἰς πίστιν μετῆλθον· οὗτοι δὲ τὸν σωτῆρα ἰδόντες, ἀπὸ θεοσεβείας εἰς ἀσέβειαν ἐτράπησαν. Ἐκεῖνοι τοὺς θεοὺς αὐτῶν καταλείψαντες, αὐτὸν τὸν Χριστὸν περιέρχονται ζητοῦντες· οὗτοι δὲ τὸν Χριστὸν καταλείψαντες, τὸν Βαραββᾶν ἔχειν οἱ ἄθλιοι αἰτοῦνται. Σήμερον τὰ ἔθνη ὡς ἀρνία σκιρτῶσιν, ἔχοντες τὸν Χριστὸν μεθ' ἑαυτῶν· οἱ δὲ Ἰουδαῖοι ὡς κηρίον τήκονται, τὸν ἀντίχριστον ἐκδεχόμενοι. Ὅτι δὲ ἀντίχριστον δέχονται οἱ Ἰουδαῖοι, μάρτυς ὁ Χριστός· ἐὰν γάρ, φησίν, ἄλλος ἔλθῃ ἐν τῷ ἰδίῳ ὀνόματι, ἐκεῖνον λήψονται. Σήμερον αἱ ἐκκλησίαι τῶν ὀρθοδόξων καθάπερ λειμῶνες ῥόδων καὶ κρίνων καὶ ἴων τὴν πνευματικὴν αὐτῶν εὐωδίαν τῷ θεῷ ἀναπέμπουσιν. Αἱ δὲ τῶν αἱρετικῶν παρασυνάξεις, καθάπερ σκοτεινόχροα ἄνθη, ἀντὶ εὐωδίας δυσωδίαν οἱ ἄθλιοι πνέουσιν. Σήμερον ὁ θεὸς λόγος δι' ἡμᾶς ἄνθρωπος ἐγένετο, καὶ ὁ θνητὸς ἄνθρωπος ἀθάνατος κατὰ χάριν γεγένηται. Σήμερον Μαρία ἔτεκε καὶ κόσμος ἐφωτίσθη, ἐκείνη ἐν τῷ σπηλαίῳ καὶ ἡ οἰκουμένη ἐν τῇ ἐκκλησίᾳ. Τίς δὲ ἦν χρεία τῆς ἐκ Μαρίας γεννήσεως· ἵνα ἡμεῖς τῷ ὁμοιοπαθεῖ προσελθόντες ζωὴν καὶ ἀφθαρσίαν κληρονομήσωμεν. Γεννᾶται Χριστὸς ἐκ Μαρίας, ἵνα τοὺς ἀποστόλους ἐκλέξηται ἵνα τοὺς ἀσθενεῖς θεραπεύσῃ, ἵνα τοὺς νεκροὺς ἐγείρῃ, ἵνα τοὺς λεπροὺς καθαρίσῃ, ἵνα τοὺς ἐνεργουμένους ἐλευθερώσῃ. Γεννᾶται ἐκ Μαρίας, ἵνα τὰ ἔθνη φωτίσῃ, ἵνα τοὺς Ἰουδαίους διδάξῃ, ἵνα τὸ βάπτισμα ἀνοίξῃ, ἵνα τὸν προδότην ἐλέγξῃ, ἵνα Ζακχαῖον καλέσῃ, ἵνα τὸν Ναθαναὴλ μακαρίσῃ. Γεννᾶται ἐκ Μαρίας, ἵνα τὸν ἀπατήσαντα τὴν Εὔαν ὄφιν ἀποκτείνῃ, ἵνα τὸν Ἀδὰμ διὰ τοῦ λῃστοῦ εἰς τὸν παράδεισον εἰσαγάγῃ, ἵνα τὸ σῶμα αὐτοῦ καὶ τὸ αἷμα εἰς ἄφεσιν ἁμαρτιῶν ἡμῖν χαρίσηται. Τίνος δὲ ἕνεκεν μορφὴν δούλου ἀνέλαβεν; ἵνα καὶ οἱ δοῦλοι προσελθόντες αὐτῷ ἐλευθερωθῶσιν, ... ἵνα τὸ θυσιαστήριον πήξῃ. ∆ιὰ τί δὲ ἐταπείνωσεν ἑαυτόν; ἐπειδὴ ἡμεῖς οὐκ ἠδυνάμεθα