1

 2

1

Deprecatio

Εὐχὴ τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Ὁ ἀγαθὸς καὶ φιλάνθρωπος θεός, ἐλέησον ἡμᾶς. Ὁ πλούσιος ἐν ἐλέει καὶ ὁ ἀγαθὸς ἐν οἰκτιρμοῖς, ἐλ. ἡμ. Ὁ τέλειος καὶ ἀθάνατος νοῦς, ἐλ. ἡμ. Ὁ ἀκοίμητος ὀφθαλμὸς καὶ ἀπερινόητος, ἐλ. ἡμ. Ὁ πρὸ ἑωσφόρου γεννηθεὶς κύριος καὶ θεός, ἐλ. ἡμ. Ὁ δημιουργὸς καὶ κτίστης ἁπάντων τῶν ὄντων, Ἰησοῦ Χριστέ, ἐλ. ἡμ. Ὁ τὴν ψυχὴν θήσας καὶ τὸ σῶμα βουλήσει τοῦ πατρός, ἐλ. ἡμ. Ὁ τὴν εὐδιάκριτον ὕλην σχηματίσας καὶ τὸν κόσμον συστήσας, ἐλ. ἡμ. Ὁ τὸν οὐρανὸν ἐκτείνας καὶ τοῖς ἄστροις κατακοσμήσας, ἐλ. ἡμ. Ὁ τὴν γῆν θεμελιώσας καὶ ἄνθεσι χλοεροῖς καὶ εὐκόσμοις κατακοσμήσας, ἐλ. ἡμ. Ὁ τὰς ἀβύσσους κατακλείσας καὶ τὴν θάλασσαν τειχίσας τῷ σῷ προστάγματι, ἐλ. ἡμ. Ὁ τετράποδα ζῶα, ἑρπετά τε καὶ πετεινὰ πτερωτὰ ποιήσας, ἐλ. ἡμ. Ὁ τὰ κήτη ποιήσας καὶ τοὺς ἰχθύας προστάξας, ἐλ. ἡμ. Ὁ πέτρας θεμελιώσας ἐν τοῖς ὕδασι καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς δράσας ἐν ὑψηλοῖς, ἐλ. ἡμ. Ὁ τὸν ἥλιον καὶ τὴν σελήνην θεμελιώσας, ὁ μόνος ποιητὴς τῶν ἁπάντων καὶ κύριος, ἐλ. ἡμ. Ὁ τὸν ἄνθρωπον ἰδίαις χερσὶ πλάσας καὶ κατάρχειν τούτων ἁπάντων προστάξας, ἐλ. ἡμ. Ὁ καιροὺς καὶ χρόνους καὶ μῆνας καὶ ἡμερῶν καὶ νυκτῶν μέτρα θέμενος, ἐλ. ἡμ. Ἡ πανσωστικὴ αἰτία καὶ ἡνίοχος ἁπάντων, ἐλ. ἡμ. Ὁ ἐπιτιμῶν τοῖς ἀνέμοις καὶ νεύματι τὴν γῆν σαλεύων, ἐλ. ἡμ. Ὁ πῦρ καὶ κρύσταλλον θησαυρίσας, ἐλ. ἡμ. Ὁ τὴν γῆν ὑετίζων καὶ πηγὰς ἐκβλύζων καὶ ποταμοὺς ῥυθμίζων, ἐλ. ἡμ. Ὁ τὰ ὄρη καὶ βουνοὺς παλαιῶν, ὁ τὴν θάλασσαν μαινομένην κατευνάζων, ἐλ. ἡμ. Ὁ τὰ πάντα ἐν ῥοπῇ ζυγῷ σταθμίσας, ἐλ. ἡμ. Ὁ τὰ ὄντα καταρτίσας ἐκ τῶν μὴ ὄντων βουλήσει τοῦ πατρός, μόνε δημιουργέ, ἐλ. ἡμ. Ὁ τὸν διάβολον ἐκτρίψας καὶ σειραῖς ταρτάρου ζόφοις παραδώσας, ἐλ. ἡμ. Ὁ διὰ τὴν αὐτοῦ ὑπερηφανίαν τοῦτον τῶν οὐρανίων ἀσπίδων ἀποσπινθηρίσας καὶ εἰς τέλεον ἐξαφανίσας, ἐλ. ἡμ. Ὁ τὴν πανουργίαν τοῦ ὄφεως χειρωσάμενος, ἐλ. ἡμ. Ὁ τῷ Ἀδὰμ συμπαθήσας κατὰ τὴν ἄφατόν σου φιλανθρωπίαν, ἐλ. ἡμ. Ὁ τῷ Ἄβελ συναθλήσας καὶ τὸν Νῶε κυβερνήσας, ἐλ. ἡμ. Ὁ τὸν Ἀβραὰμ ὁδηγήσας καὶ δι' αὐτοῦ πατριάρχας ἡμῖν χαρισάμενος, ἐλ. ἡμ. Ὁ τῷ Ἰσαὰκ συνδεθεὶς καὶ τῷ Ἰακὼβ συγξενιτεύσας, ἐλ. ἡμ. Ὁ τῷ Ἰωσὴφ συμπραθεὶς καὶ τῷ Μωυσεῖ συστρατηγήσας, ἐλ. ἡμ. Ὁ τὸν Ἰσραὴλ νομοθετήσας καὶ αὐτὸν κληροδοτήσας, ἐλ. ἡμ. Ὁ ἐκ παρθένου σαρκωθεὶς καθὼς αὐτὸς εὐδόκησας, ἐλ. ἡμ. Ὁ ἐν Βηθλεὲμ ἄνθρωπος γεννηθεὶς ἐκ τῆς παρθένου καὶ μετὰ τόκον ἄφθορον φυλάξας τὴν παρθένον, ἐλ. ἡμ. Ὁ ἐν φάτνῃ σπάργανα λαβὼν καὶ ἀνακλιθεὶς καὶ ὑπὸ ἀλόγων γνωρισθεὶς κύριος καὶ θεός, ἐλ. ἡμ. Ὁ ὑπ' ἀγγέλων ὑμνούμενος καὶ δοξασθεὶς ἐπὶ γῆς καὶ ὑπὸ ποιμένων γνωρισθείς, ἐλ. ἡμ. Ὁ ὑπ' ἀστέρος μηνυθεὶς καὶ ὑπὸ μάγων προσκυνηθείς, ἐλ. ἡμ. Ὁ ἀπὸ Ἡρῴδου ἀποδράσας ἐν Αἰγύπτῳ καὶ τὰ χειροποίητα Αἰγύπτου συσσείσας τῇ σῇ ἐπιδημίᾳ, ἐλ. ἡμ. Ὁ τὴν Ναζαρὲτ οἰκίσας καὶ φόρους τελέσας, διὰ τὸ θέλειν σε αὐτὸ ὑπεῖναι, ἐλ. ἡμ. Ὁ ὑπὸ Ἰωάννου προκηρυχθεὶς καὶ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὑπ' αὐτοῦ, ἐλ. ἡμ. Ὁ μαρτυρηθεὶς ὑπὸ ἀχράντου πατρὸς καὶ τὸ ἅγιον πνεῦμα πέμψαντος ἐπὶ σέ, ἐλ. ἡμ. Ὁ γνωρίσας ἡμῖν τὸ μυστήριον τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, ἐλ. ἡμ. Ὁ ἐν ἐρήμῳ πειρασθεὶς καὶ κύριος καὶ θεὸς εὑρεθεὶς καὶ ἐπιτιμήσας τῷ διαβόλῳ, ἐλ. ἡμ. Ὁ ἐν τῷ ναῷ προσενεχθεὶς καὶ ὑπὸ τοῦ Συμεὼν ἐναγκαλισθείς, ἐλ. ἡμ. Ὁ ἐν τῷ ναῷ ὀφθεὶς καὶ ὑπὸ τοῦ λαοῦ ἀπιστηθείς, ἐλ. ἡμ. Ὁ τοὺς χωλοὺς θεραπεύσας καὶ τοὺς λεπροὺς καθαρίσας, ἐλ. ἡμ. Ὁ τοὺς τυφλοὺς φωταγωγήσας καὶ τοὺς νεκροὺς ἀναστήσας, ἐλ. ἡμ. Ὁ κόπον ὑπομείνας καὶ τὸν παράλυτον ἰασάμενος λόγῳ, ἐλ. ἡμ. Ὁ δίψαν ὑπομείνας καὶ τὸ ὕδωρ εἰς οἶνον μεταβαλών, ἐλ. ἡμ. Ὁ τὸν Λάζαρον κλαύσας καὶ