1
In Christi ascensionem
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου λόγος εἰς τὴν ἀνάληψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
«Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, ὅτι τὸ μεσότοιχον τοῦ
φραγμοῦ σήμερον λύσας» Ἰησοῦς κατὰ τὸν Παῦλον καὶ τὴν ἔχθραν τὴν μεταξὺ θεοῦ καὶ τῆς φύσεως ἡμῶν εἰρηνοποιήσας συνῆψε τὰ ἄνω τοῖς κάτω. -Σήμερον ὁ μονογενὴς τὴν ἀπαρχὴν τῆς φύσεως, ἣν ἀνέλαβεν ἐξ ἡμῶν, προσενήνοχεν τῷ Πατρί· σήμερον ἡ ὑπὲρ τῆς οἰκουμένης θυσία γενομένη ζῶσα τῷ Θεῷ προσηνέχθη. - Σήμερον ὁ δράκων ἀποκεκεφάλισται· σήμερον ὁ ὄφις νενέκρωται· σήμερον ὁ διάβολος ἐκ τοῦ οὐρανοῦ ἐκβέβληται· σήμερον ἡ ἁμαρτία τῆς ἀνθρωπότητος ἀνῄρηται. -Σήμερον ὁ διὰ τὴν παρακοὴν Ἀδὰμ ἐξορισθεὶς ἐκ τοῦ παραδείσου ἄνθρωπος διὰ τοῦ δευτέρου Ἀδὰμ οὐκ εἰς παράδεισον γῆς, «ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν ἀνῆλθεν·» κατὰ τὸν μακάριον Παῦλον, «ἐμφανισθῆναι νῦν τῷ προσώπῳ τοῦ Θεοῦ». Καὶ τίνες οἱ μάρτυρες τῆς εἰς οὐρανοὺς ἀναλήψεως τοῦ Κυρίου; ∆έκα δύο μαθηταί. Ἀλλ' ἀμφιβάλλεις ὦ Ἰουδαῖε καὶ ἀπιστεῖς τοῖςἀποστόλοις τοῦ Χριστοῦ καὶ ὀφθαλμοῖς τοῖς θεασαμένοις ἐν νεφέλῃ ἀναβαίνοντα εἰς οὐρανοὺς τὸν Κύριον· οὐ πιστεύεις τοῖς τοσούτοις μάρτυσιν; Οὐκοῦν οὔτε τῷ νομοθέτῃ Μωυσεῖ πείθῃ; Τί γάρ φησιν Μωυσῆς· «Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.» Ἄθλιε καὶ ταλαίπωρε· Μωυσῆς ὁ νομοθέτης τρεῖς συμφω νοῦντας μάρτυρας περὶ παντὸς πράγματος πίστεως ἀξίους εἶναι λέγει· καὶ Λουκᾶ τοῦ Εὐαγγελιστοῦ τετράκις τρεῖς μάρτυρας ἀξιοπίστους παράγοντος ἀποδοκιμάζεις, βέβηλε καὶ παράνομε; - Λεγέτω ὁ προφήτης Ἠσαΐας «νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν».
Οὐ πείθῃ τοῖς ἡμετέροις δέκα δύο μάρτυσιν αὐτόπταις γενομένοις τῆς εἰς οὐρανοὺς ἀναλήψεως τοῦ Κυρίου; Εἷς ἄρτι ἐπιστομιζέτω σε μόνος ∆ανιὴλ ὁ προφήτης· ᾧ κἂν μυριάκις ἀπαναισχυντήσῃς, ἀντειπεῖν οὐ δύνασαι. Ἡκέτω ∆ανιὴλ ὁ προφήτης ἀποφράττων καὶ τὸ σὸν ἀναίσχυντον στόμα, καθάπερ καὶ τὸ τοῦ δράκοντός ποτε, καὶ ῥηγνύων καὶ τὴν σὴν γαστέρα καθ' ὃ καὶ τὴν τοῦ θηρίου ἐκείνου τότε. Τί οὖν ὁ ∆ανιὴλ περὶ τῆς ἀναλήψεως τοῦ Κυρίου προφητεύων εἶπεν, ἀκούσωμεν· «Ἐθεώρουν, φησὶ, καὶ ἰδού· ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἀνερχόμενος» ἦν. Ὁμοία γὰρ καὶ ἡ δευτέρα αὐτοῦ ἔλευσις τῇ προτέρᾳ ἀναλήψει γενήσεται, καθὼς καὶ ἡ τῶν Πράξεων βίβλος ἐσήμανεν λέγουσα· «Ὡς ἀτενίζοντες ἦσαν οἱ ἀπόστολοι πορευομένου τοῦ Κυρίου εἰς τὸν οὐρανόν. Καὶ ἰδού· δύο ἄνδρες παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, οἳ καὶ εἶπον· Ἄνδρες Γαλιλαῖοι· τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς, ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε πορευόμενον αὐτὸν εἰς τὸν οὐρανόν». Πρόσεχε ἀκριβῶς, παρακαλῶ, πῶς δὴ ἐμήνυσεν ὁ προφήτης σαφῶς τὰς ὑποστάσεις· «Ἰδού, φησίν, ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος· καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν». Καὶ τί τὸ τέλος τῆς προφητείας κατανοήσωμεν· «Καὶ αὐτῷ φησιν ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία». Νόει συνετῶς, τίνι λέγει δεδόσθαι τὴν ἀρχήν· οὐ τῷ ἀϊδίως συνυπάρχοντι τῷ Πατρὶ Θεῷ Λόγῳ· ἔχει γὰρ ἀεὶ τὸ κράτος, ἀλλὰ τῷ ἐκ Μαρίας ἑνωθέντι αὐτῷ ἐψυχωμένῳ σώματι τῷ καὶ ἐπὶ νεφέλης σήμερον εἰς οὐρανοὺς ἀναβαίνοντι. Ὁ αὐτὸς γάρ ἐστι Θεὸς καὶ ἄνθρωπος τέλειος. «Αὐτῷ οὖν ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ ἐξουσία καὶ ἡ βασιλεία» κατὰ τὴν τῆς σαρκὸς οἰκονομίαν. «Καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι δουλεύσουσιν αὐτῷ, ὅτι ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ