1

 2

1

In assumptionem domini nostri Jesu Christi

Εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

61.711 Τὸ τῆς ἁμαρτίας κατὰ τῆς ἁμαρτίας ἀντέστραπται τέχνημα. Τέχνη μὲν γὰρ τῆς ἁμαρτίας σταυρὸς, καὶ τὸ σῶμα θανάτῳ περιβαλεῖν ἀναμάρτητον· γέγονε δὲ ὁ σταυρὸς τῇ σταυρωθείσῃ σαρκὶ τῆς εἰς οὐρανὸν ἀνόδου μηχάνημα, καὶ τὸ περὶ τῆς ἁμαρτίας ῥηθὲν μεταβέβληται. Πρότερον μὲν γὰρ ὁ Παῦλος ἐκήρυττεν, Ἡ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με, καὶ δι' αὐτῆς ἀπέκτεινε· νῦν δὲ τῆς δικαιοσύνης τὸ ῥῆμα μηχανήματι πρέπον· ἡ γὰρ δικαιοσύνη ἀφορμὴν λαβοῦσα διὰ τῆς ἁμαρτίας, ἐξηπάτησεν αὐτὴν καὶ ἀπέκτεινε. Τοῦτο τὸν Παῦλον ἐκπλῆξαν, εἰς ἐκείνην τὴν φωνὴν ἐνεκίνησε, Μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον. Ἀνάστασις γὰρ ἐν τῷ σταυρῷ κεκρυμμένη, γέννησις δὲ ἀθανάτου ζωῆς· ἀθανασίαν ἀνθήσασαν τικτόμενος ἐξ ᾅδου τοῖς ἀνθρώποις ὁ βασιλεύς. Ἀληθῶς μυστήριον παμμέγα. Πῶς οὖν γνωστὸν τὸ μυστήριον; Ἐφανερώθη, φησὶν, ἐν σαρκί. Καὶ τίς ἡ φανέρωσις; Ἐδικαιώθη ἐν πνεύματι. Ποῖον τὸ τῆς δικαιοσύνης τεκμήριον; Ὤφθη ἀγγέλοις. Ἔγνωσαν ἄγγελοι, φησὶ, τὴν τοῦ φανέντος ἀξίαν· προσῆλθον καὶ διηκόνουν αὐτῷ.

Ἀξιόπιστοι μὲν, Παῦλε, τῆς δικαιοσύνης οἱ θεσπισταὶ, καὶ τὴν τοῦ Χριστοῦ σεμνύνουσι δύναμιν· δεῖξον μέντοι ἀνθρώποις τῆς ἰσχύος τῆς ἐκείνου σημεῖον. Ἐκηρύχθη, φησὶν, ἐν ἔθνεσιν. Ἔδραμε λόγος περὶ αὐτοῦ θεολόγος, καὶ ταῦτα παρὰ πάντων ἐμποδιζόμενος· ἐπλατύνθη κωλυόμενον κήρυγμα. Τί οὖν εἰ μέχρις ἀκοῆς τὸ κηρυττόμενόν ἐστι, καὶ κηρυχθὲν ἔθνεσι γέγονε τοῖς ἀκούσασι λῆρος; Ἐκηρύχθη, φησὶ, καὶ ἐπιστεύθη ἐν κόσμῳ. Εἶτα καὶ τούτου πιστευθέντος δεικνὺς ἀκώλυτον, Ἀνελήφθη, φησὶν, ἐν δόξῃ. Ἐκηρύχθη ἡ τῆς Ἐκκλησίας ἰσχὺς, μᾶλλον δὲ πάσης ὁμοῦ τῆς οἰκουμένης ἐπίστασις. Κοινὴ γὰρ τῆς τῶν ἀνθρώπων φύσεως βοήθεια, ἡ σήμερον ἀνθρωπότης ἀναληφθεῖσα· τὰ γὰρ τῶν κολάσεων μετ' αὐτὴν μετριώτερα. Καί μοι σκόπει τὰς παλαιὰς τῶν ἀνθρώπων ἐκ Θεοῦ τιμωρίας, καὶ τὸ τῆς ἀναλήψεως εὑρήσεις δημωφελές. Ἐξ ἑνὸς ἁμαρτήματος ἔῤῥιπτο προσκρούσας Ἀδάμ· μακρῷ σώματος τρόμῳ κατεκέκριτο Κάϊν· ἔβρεξε πῦρ οὐρανὸς, ὡς σηπεδόνα τῆς γῆς, καυστηριάζων τὰ Σόδομα· μετεπλάττετο πρὸς στήλην γυνὴ δρόμου παραχαράξασα νόμον. Αἱ δὲ εἰς δήμους ὁποῖαι διαφοραὶ, ἄκουσον τῆς Γραφῆς, ὡς θρηνῳδίᾳ διηγουμένης· Ἐπείρασαν, φησὶ, τὸν Θεὸν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Ἐγόγγυσαν, φησὶ, καὶ ἀπώλοντο ἀπὸ τοῦ ὀλοθρευτοῦ. Ἐπόρνευσαν, φησὶ, καὶ ἔπεσαν ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. Ἔδωκε, φησὶ, Κύριος θάνατον ἐπὶ Ἰσραὴλ ἀπὸ πρωΐθεν, καὶ ἕως ὥρας ἀρίστου, καὶ ἀπέθανον ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. Τί ἄν σοι τὰς τοῦ Θεοῦ πρὸς βασιλέα τότε διηγοίμην προτάσεις; Τάδε λέγει Κύριος, φησίν· Αἴτησαι σεαυτῷ τρία ἔτη λιμὸν ἐπὶ τὴν γῆν, ἢ τρεῖς μῆνας τοὺς ἐχθρούς σου καταδιώκειν σε, ἢ τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου. Τραγῳδοῦσι καὶ γραφεῖς Ἑλλήνων τὴν τῶν παλαιῶν χρόνων κακοπραγίαν, κατακλυσμῶν ἀμετρίαν, ὑπερβολὴν ἐκπυρώσεως, πολυετίαν λιμῶν, σεισμῶν ὄλεθρον πάνδημον, αἱμάτων ἐμφυλίους ἐκχύσεις, κύματα πολέμων ἐπαλλήλων. Οὐκ ἦν τότε τῶν ἐξ οὐρανοῦ καὶ 61.712 γῆς παρατάξεων, οὐχ Ἕλλησιν, οὐ βαρβάροις, οὐκ Ἰουδαίοις εἰρήνη. Ἔμενε γὰρ τὸν εἰρηνοποιοῦντα τὰ ἄνω καὶ τὰ κάτω μεσίτην· περὶ οὗ Παῦλός φησιν· Αὐτός ἐστιν εἰρήνη ἡμῶν, ὁ κωλύσας τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. Πόσοι νῦν Σοδομιτῶν ἀσελγέστεροι; καὶ πῦρ ἐπ' αὐτοὺς ὁ ἀὴρ, ὡς τὸ πρὶν, οὐκ ἐκχέει.

Ἐδέξατο γὰρ τὸν τῆς εἰρήνης περιόντα μεσίτην καὶ τῷ τῶν ἀνθρώπων προημέρωσε γένει. Πόσοι τῆς ἐπὶ τοῦ Νῶε γενεᾶς μοχθηρότεροι; καὶ κατακλυσμῷ