1

 2

 3

1

In infirmos ∆έσποτα Κύριε, ὁ ἰατρὸς τῶν νοσούντων καὶ θεὸς πάσης παρακλήσεως, ὁ μὴ βουλόμενος εἶναι τὸν ἄνθρωπον νοσερὸν ἢ κατώδυνον, ἀλλ' ἱλαρὸν καὶ ὑγιῆ ὁλοτελῆ, αὐτὸς καὶ τὴν δούλην σου Μαρίαν τὴν σωματικὴν ἀσθένειαν πεσοῦσαν καὶ ἐν ἀθυμίᾳ πάσῃ γεναμένη(ν) ἀνάστησον, οἴκτειρον, μὴ παρίδῃς, σβέσον τὸν πυρετόν, πράϋνον τὸ ἄλγος, ἀπέλασον τὴν ῥαθυμίαν. ὁ τὴν πενθερὰν τοῦ Πέτρου πυρήσουσαν καὶ δεινῶς κατακειμένην καὶ ταύτην τῷ ῥήματί σου ἀναστήσας πρὸς τὸ διακονεῖν σοι, αὐτός, βασιλεῦ, πάρεσο καὶ νῦν ἐπὶ τὴν δούλην σου Μαρίαν καὶ καταπράϋνον τὸ ἄλγος τῆς ψυχῆς καὶ τὴν νόσον τοῦ σώματος. ὁ τὸν κορυφαιότατον τῶν ἀποστόλων δι' ἀγγέλου ἐξαγαγὼν ἐκ τῶν δεσμῶν τῆς φρουρᾶς, ὁ τὸν κήρυκα τῆς ἐκκλησίας Παῦλον τὸν ἀπόστολον ῥυσάμενος ἐκ τὴν τοῦ Νέρωνος βασιλέως τιμωρία(ν) αὐτὸς καὶ τὸν δοῦλόν σου λύτρωσαι τῆς συνεχούσης ὀδύνης· ὁ τὸν ἐπιστήθιον φίλον σου καὶ ἠγαπημένον Ἰωάννην καὶ Θεολόγον ῥυσάμενος ἐκ τῆς Πάτμου καὶ Ἀρτέμιδος, ὁ τὸν πάμφρωνα Νῶε ἐκ τοῦ φρικτοῦ καὶ πανολέθρου κατακλυσμοῦ διασώσας, αὐτὸς καὶ νῦν ἔκτεινόν σου τὴν ἀόρατον καὶ πνευματικὴν δεξιὰν καὶ ἀνάστησον τὸ πλάσμα σου ἐκ τῆς πλάνης ταύτης. ὁ τὸν ξενοδόχον καὶ δικαιότατον Ἀβραὰμ ῥυσάμενος πάσης θλίψεως καὶ ὀδύνης, ὁ τὸν μυρίαθλον Ἰὼβ ἐκ τῆς κοπρίας ἀναστήσας αὐτὸς ἀνάστησον καὶ τὴν δούλην σου Μαρίαν ἐκ τῆς περιεχούσης αὐτῆς σωματικῆς ἀσθενείας. ὁ τὸν νομοδότην καὶ δικαιότατον Μωϋσῆν ἐξ Αἰγύπτου καλέσας, ὁ τὸν ἠγαπημένον σου παῖδα Ἰσραὴλ ἐκ τῆς κακίστης καὶ πονηρᾶς δουλείας τοῦ πικροτάτου φαραὼ διασώσας αὐτὸς καὶ τὴν δούλην σου Μαρίαν βοήθησον, σβέσον τὸν πυρετόν, πράϋνον τὸ ἄλγος, πᾶσαν πονηρὰν ἀσθένειαν ἀπέλασον ἀπ' αὐτῆς καὶ ἔγειρον τὴν δούλην σου ἀπὸ κλίνης ὀδυνερᾶς (=-νη-) καὶ ἀπὸ στρωμνῆς κακώσεως. ὁ τὸν Ἰακὼβ ἐκ χειρὸς Ἡσαῦ διασώσας, ὁ τὸν Τοβὴτ ὀμματώσας 324 καὶ τὸ φῶς αὐτὸν χαρισάμενος, ὁ τὸν πάγκαλον Ἰωσὴφ ἐξ ἀδελφοκτόνων καὶ πονηρῶν πραθέντα κακῶς διασώσας, ὁ τὸν πάνσοφον ∆αυὶδ καὶ θαυμαστὸν προφήτην ἐκ χειρὸς Σαοὺλ διασώσας· αὐτὸς καὶ τὴν δούλην σου τὴν ἐν ἀσθενείᾳ κατακειμένην καὶ τοῦ ἐλέους σου ἐπιδεομένην ἐλέησον, οἴκτειρον, ἀνάστησον, διαφύλαξον ἀπὸ παντὸς κακοῦ ἀπόστησον. ὁ τὸν δικαιότατον ∆ανιὴλ τὸν προφήτην ἐκ τῆς φοβερᾶς τῶν λεόντων ἁρπαγῆς διασώσας, ὁ τὸν Ἱερεμίαν ἐκ τοῦ ζωφεροῦ καὶ σκοτεινοῦ λάκκου ἀφαρπάσας, ὁ τοὺς τρεῖς παῖδας Ἀνανίαν, Ἀζαρίαν καὶ Μισαὴλ ἐκ τῆς ἑπτακαύστου καμίνου διασώσας καὶ τὸ πῦρ εἰς δρόσον μεταβαλών· αὐτὸς καὶ τὴν δούλην σου τῆς συνεχούσης ὀδύνης ἀπάλλαξον. ὁ τῶν τυφλῶν τὰ ὄμματα φωτίσας, ὁ τῶν λεπρῶν τὰς σάρκας καθαρίσας, ὁ τοὺς νεκροὺς ἀναστήσας· αὐτὸς ἀνάστησον, αὐτὸς ζωοποίησον καὶ μὴ ἀποδώσῃς ἡμῖν κατὰ τὰς ἁμαρτίας ἡμῶν. ὁ τὸν παράλυτον λόγῳ συσφίγξας, ὁ τὴν αἱμοῤῥοῦσαν ἰασάμενος, ὁ τὸν λεγεῶνα θεραπεύσας· αὐτός, ∆έσποτα, παρακλήθητι παρακαλῶ, δυσωπήθητι παραινῶ, σπλαγχνίσθητι ἱκετεύω ὡς μακρόθυμος, μή με κατάγῃς εἰς ᾅδου ζῶντα, ἀλλ' αὐτός με ἀνάστησον τῇ ἀοράτῳ σου καὶ πνευματικῇ δεξιᾷ. Ἅγιοι τρεῖς παῖδες οἱ τὴν κάμινον σβέσαντες, ἅγιοι ἑπτὰ παῖδες οἱ ἐν Ἐφέσῳ οἱ ἐκ τῶν νεκρῶν ἀναστήσαντες, βοηθήσατε, ἅγιοι ἐννέα μάρτυρες οἱ ἐν Κυζίκῳ θαυματουργοῦντες, ἅγιοι δέκα μάρτυρες οἱ ἐν τῇ Κρήτῃ τελειωθέντες, ἅγιοι τεσσαράκοντα μάρτυρες οἱ ἐν Σεβαστείᾳ θαυματουργοῦντες, ἅγιοι τριάκοντα καὶ τρεῖς μάρτυρες ἀπὸ Ῥώμην, ἅγιοι τριακόσιοι δέκα καὶ ὀκτὼ θεοφόροι πατέρες οἱ ἐν Νικαίᾳ τῇ πόλει θαυματουργοῦντες, ἅγιοι οἱ μύριοι ἄνδρες οἱ ἐν Θεολόγῳ (σιξ) τελειωθέντες. ἅγιε Θεράπων ἀπὸ Σμύρνην, ἅγιε Παρθένιε ἀπὸ Λάμψακον, ἅγιε Ἰουλιανὲ ἀπὸ Καισαρίαν, ἅγιε Λεόντιε ἀπὸ Τρίπολιν, ἅγιε ∆ημήτριε ἀπὸ Θεσσαλονίκην, ἅγιε Γεώργιε ἀπὸ Καππαδοκίαν, ἅγιοι ἀνάργυροι Κωσμᾶ καὶ ∆αμιανὲ καὶ Παντελεήμων, Κύρε καὶ