1

 2

 3

 4

 5

1

In pentecosten Sermo 1

ΕΙΣ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ. Λόγος αʹ.

52.803 Οὐρανὸς ἡμῖν γέγονε σήμερον ἡ γῆ, οὐκ ἀστέρων ἐξ οὐρανοῦ εἰς γῆν

καταβάντων, ἀλλ' ἀποστόλων ὑπὲρ τοὺς οὐρανοὺς ἀναβάντων, ἐπειδήπερ ἐξεχύθη ἡ χάρις τοῦ Πνεύματος. Οὐρανὸν τὴν οἰκουμένην ἐποίησεν, οὐ τὴν φύσιν μεταβαλὼν, ἀλλὰ τὴν προαίρεσιν διορθωσάμενος. Εὗρε τελώνην, καὶ εὐαγγελιστὴν κατεσκεύασεν· εὗρε βλάσφημον, καὶ ἐποίησεν ἀπόστολον· εὗρε λῃστὴν, καὶ εἰς παράδεισον εἰσήγαγεν· εὗρε πόρνην, καὶ παρθένου ἐποίησε σεμνοτέραν· εὗρε μάγους, καὶ εὐαγγελιστὰς εἰργάσατο. Ἐξέβαλε τὴν κακίαν, καὶ ἐπανήγαγε τὴν ἀρετήν· τὴν τοῦ Θεοῦ χάριν ἐκόμισεν. Οὐρανὸς γέγονεν ἡ γῆ. Τί γὰρ τοιοῦτον ἀστέρες, οἷον ἀπόστολοι; Ἀστέρες ἐν οὐρανῷ· ἀπόστολοι ὑπὲρ τὸν οὐρανόν. Τὰ ἄνω γὰρ φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Ἀστέρες ἀπὸ πυρὸς αἰσθητοῦ· ἀπόστολοι ἀπὸ πυρὸς πνευματικοῦ. Ἀστέρες ἐν νυκτὶ φαίνουσιν, ἐν δὲ ἡμέρᾳ κρύπτονται· ἀπόστολοι δὲ ἐν νυκτὶ καὶ ἡμέρᾳ τὴν ἑαυτῶν ἀκτῖνα λάμπουσιν. Ἀστέρες, ἡλίου φαίνοντος, οὐ φαίνουσιν· ἀπόστολοι δὲ, τοῦ Ἡλίου τῆς δικαιοσύνης λάμποντος, τὰς ἑαυτῶν λαμπηδόνας ἀπαστράπτουσιν. Ἀστέρες ἐν τῇ ἀναστάσει ὡς φύλλα πίπτουσιν· ἀπόστολοι δὲ ἐν τῇ ἀναστάσει ἐν νεφέλαις ἁρπάζονται. Ἐν τοῖς ἄστροις ὁ μὲν ἔστιν ἕσπερος, ὁ δὲ φωσφόρος· ἐν δὲ τοῖς ἀποστόλοις ἕσπερος οὐδεὶς, ἀλλὰ φωσφόροι πάντες.

∆ιὰ δὴ τοῦτο τῶν ἀστέρων οἱ ἀπόστολοι φαιδρότεροι· καὶ οὐκ ἄν τις αὐτοὺς ἁμάρτοι φωστῆρας τῆς οἰκουμένης προσειπὼν, οὐχ ὅτε ἔζων, ἀλλὰ καὶ νῦν ὅτε ἐτελεύτησαν. Ἡ γὰρ τῶν ἁγίων χάρις οὐ διακόπτεται θανάτῳ, οὐκ ἀμβλύνεται τελευτῇ, οὐ διαλύεται εἰς τὴν γῆν· καὶ μαρτυρεῖ τὰ πράγματα. Ἁλιεῖς ἦσαν, καὶ οἱ ἁλιεῖς ἀπέθανον· αἱ δὲ σαγῆναι αὐτῶν ἐργάζονται· καὶ μαρτυρεῖ τὸ πλῆθος τῶν καθ' ἡμέραν σωζομένων. Ἀμπελουργοὶ ἦσαν, καὶ ἀπῆλθον ἐκεῖνοι, καὶ ἡ ἄμπελος τοῖς φύλλοις κομᾷ, καὶ τῷ καρπῷ βρίθεται. Καὶ γὰρ ἀμπελουργοὶ, καὶ ἁλιεῖς, καὶ στῦλοι, καὶ ἰατροὶ, καὶ στρατηγοὶ, καὶ διδάσκαλοι. Στῦλοι μὲν, ὅτι τὸν ὄροφον τῆς πίστεως ἐβά 52.804 στασαν· λιμένες δὲ, ὅτι τὰ κύματα τῆς ἀσεβείας κατέστειλαν· κυβερνῆται δὲ, ὅτι τὴν οἰκουμένην ἀπὸ γῆς εἰς οὐρανὸν ἐχειραγώγησαν· ποιμένες δὲ, ὅτι τοὺς λύκους ἀπήλασαν, καὶ τὰ θρέμματα διέσωσαν· ἀμπελουργοὶ, ὅτι τὰς ἀκάνθας ἀνέσπασαν, καὶ τὰ σπέρματα τῆς εὐσεβείας κατέσπειραν· ἰατροὶ, ὅτι τὰ τραύματα ἡμῖν διωρθώσαντο. Καὶ ἵνα μάθῃς ὅτι οὐ κόμπος τὰ ῥήματα, παράγω Παῦλον ἅπαντα ταῦτα ποιήσαντα. Βούλει ἰδεῖν αὐτὸν φυτουργόν; Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισε. Βούλει ἰδεῖν οἰκοδόμον; Ὡς σοφὸς ἀρχιτέκτων, θεμέλιον τέθεικα. Βούλει ἰδεῖν αὐτὸν παγκρατιαστήν; Οὕτω πυκτεύω ὡς οὐκ ἀέρα δέρων. Βούλει ἰδεῖν αὐτὸν ἀθλητήν; Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα. Βούλει ἰδεῖν αὐτὸν δρομέα; Ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Ἐνδυσάμενοι τὸν θώρακα τῆς πίστεως. Βούλει ἰδεῖν αὐτὸν ἀγωνιστήν; Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι. Βούλει ἰδεῖν αὐτὸν στεφανίτην; Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος. Εἷς ὢν, πάντα ἐγένετο, τὸν ∆εσπότην τὸν ἑαυτοῦ μιμούμενος. Καὶ γὰρ ὁ ∆εσπότης ὁ ἡμέτερος εἷς ὢν τὴν οὐσίαν, πρὸς ἅπαντα ἐσχηματίζετο.

Πῶς πρὸς πάντα; ∆ιὰ τὴν ἡμετέραν σωτηρίαν. Κλῆμα ἐγένου, καὶ ἐγένετο ῥίζα· Ἐγὼ γάρ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Βαδίσαι ἠθέλησας· ἐγένετό σοι ὁδός· ∆ι' ἐμοῦ ἐάν τις εἰσέλθῃ καὶ ἐξέλθῃ, νομὴν εὑρήσει. Πρόβατον ἐγένου, ἐγένετό