1

 2

1

In principium indictionis

Εἰς τὴν ἀρχὴν τῆς ἰνδίκτου.

59.673 Θαυμασταὶ τῶν ὀρθοδόξων αἱ πανηγύρεις, φαιδραὶ τῶν μαρτύρων αἱ μνῆμαι, ἀνεπαίσχυντοι τῶν εὐσεβῶν αἱ εὐωχίαι. Οὐχ ἑορτάζομεν χρόνον τῶν ἀστάτως κινουμένων· οὐ σεβόμεθα ἐνιαυτὸν, τὴν τῆς ἀνθρώπων ζωῆς δαπάνην· οὐ προσκυνοῦμεν ἀγῶνα τὸν εἰς φθορὰν ἡμᾶς ἕλκοντα· οὐ λατρεύομεν τῇ κτίσει· σύνδουλα γὰρ τὰ γεγονότα· οὐ θεραπεύομεν τὴν ὕλην· ἐξ οὐκ ὄντων γὰρ ὑπέστη· ὡς γὰρ ἀρχὴν γενέσεως ἔσχε ταῦτα, καὶ φθορᾶς ὑπόκεινται τέλει. Οὐ σεβόμεθα οὐρανόν· ὡς καπνὸς γὰρ ἐστερεώθη· οὐ σεβόμεθα στερέωμα· ἐκρυσταλλώθη· οὐ σεβόμεθα τὸ φῶς· λόγῳ γὰρ ἐδημιουργήθη· οὐ σεβόμεθα τὴν σελήνην· σχήματι γὰρ ἐκοσμήθη· οὐ σεβόμεθα τὴν γῆν· ἐξ ὕδατος γὰρ ἀνειλκύσθη· οὐ σεβόμεθα τὸ πῦρ· ὑλικὸν γὰρ τὸ στοιχεῖον· οὐ προσκυνοῦμεν τὸ ὕδωρ· ῥέουσα γὰρ ἡ φύσις· οὐ λατρεύομεν τῷ χρόνῳ· οὐχ ἕστηκε γὰρ, ἀλλ' ἀφίσταται· οὐ σεβόμεθα τὴν ἡμέραν· διατάξει γὰρ δουλεύει.

Πάντα χρόνῳ γηρᾷ, καὶ χρόνος μετὰ πάντα γηρᾷ· Θεὸς δὲ μόνος παλαιότητος ἀνώτερος· καὶ δείκνυσιν ἡ τῆς συντελείας ἡμέρα. Ἕλληνες μὲν οὖν καὶ Ἰουδαῖοι, ἀδελφοὶ ἀνομίας, τοῦ διαβόλου τὰ λάφυρα, τῆς ἁμαρτίας τὰ ἔγγονα, τῆς πλάνης τὰ θρέμματα, τῆς δυσσεβείας ἡ πώρωσις, τῆς γεέννης οἱ ναυτολόγοι, οἱ ὄφεις τῆς ἀσεβείας, οἱ υἱοὶ τῆς κατάρας. Οὗτοι ἑορταζέτωσαν δυσσεβῶς, ἐπειδὴ φρονοῦσιν ἀνοσίως. Οἱ μὲν τὴν πλάνην τιμάτωσαν, οἱ δὲ τὸν νόμον πατείτωσαν, καὶ ἑκάτεροι εἰς τὰ πονηρὰ μαθητευέτωσαν· συνήλλαξαν γάρ. Ἰουδαῖοι παρ' Ἑλλήνων ἔμαθον τὴν εἰδωλολατρείαν, καὶ Ἕλληνες παρὰ Ἰουδαίων τὸ προφητοκτονεῖν· οἱ Ἰουδαῖοι γὰρ ἐν τῷ νόμῳ πᾶσαν Ἑλληνικὴν ἐπεδείξαντο πλάνην. Ἀλλὰ γὰρ ἀγανακτεῖς, ὦ Ἰουδαῖε, ταῦτα ἀκούων; Ἐννόησον γὰρ πράξεις, καὶ μὴ χαλέπαινε πρὸς τὰς μέμψεις. Ποῦ γὰρ οὐκ εἰδωλολάτρησας, εἰπέ μοι; Ἐν τῇ ἐρήμῳ μόσχον ἐχάλκευσας, τροπαιοφορούμενος τῷ Βεελφεγὼρ ἐτελέσθης, ἐν τῇ Μωαβίτιδι τῷ Θάματζ προσεκύνησας, ἐν τῇ Παλαιστίνῃ τῷ ∆αγὼν ἐθυσίασας, ἐν Φοινίκῃ τῇ Ἀστάρτῃ ἐλάτρευσας, ἐν αἰχμαλωσίᾳ τῷ Χαμῶς προσεκύνησας. Ἔλειψε τόπος, οὐκ ἔλειψε μύσος. ∆ιὰ τοῦτο καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ὁ ∆εσπότης. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ εὐφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν.

Πᾶσα γὰρ ἑορτὴ Ἰουδαίων φόνους ἐπήγαγε. Νηστεύων, τὸν Ναβουθὲ ἐλίθασας· ἑορτάζων, τὸν Ἡσαΐαν ἔπρισας· πανηγυρίζων, τὸν Ἱερεμίαν εἰς λάκκον κατέῤῥιψας. Εἰς κρί 59.674 σεις καὶ μάχας ἀνοσίως ἐνήστευσας· κραιπαλῶν τὴν κιβωτὸν ἐπὶ τοῦ Ἠλὶ παρέδωκας, τὸν Ἰωάννην ἀπεκεφάλισας. Εἰ τοιαῦτα ἑορτάζεις, τὸ θρηνεῖν σοι συμφέρει. Ἡμεῖς δὲ ἑορτάζομεν θεῖα καὶ παράδοξα πράγματα, τῶν μαρτύρων τοὺς ἄθλους, τῶν ταφέντων τὰς νίκας, τῶν μὴ ὁρωμένων τὰ δίκτυα, τῶν διαλυθέντων τὴν ἰατρείαν· ἐν πρώτοις τοῦ Χριστοῦ καὶ Θεοῦ μου τὰ θαύματα, ἃ διὰ τὴν ἐμὴν σωτηρίαν ἄνθρωπος γεγονὼς ἐξετέλεσεν· εἶθ' οὕτω τῶν δούλων αὐτοῦ τὰ πάθη· τοῦ Στεφάνου τὸν λιθοκόλλητον στέφανον, τοῦ ἐνδόξου Λαυρεντίου τὰ κατὰ θανάτου τρόπαια, τῆς Ἄννης τὴν ἀναυάγητον παρθενίαν. Ὢ τριὰς Τριάδος κήρυξ! ὢ λείψανα τῶν ὀδυνωμένων τὰ φάρμακα! ὢ κόνις πηγὴ ἰαμάτων! ὢ οἶκος οὐρανοῦ τὸ κάλλος μιμούμενος! Ἀλλὰ καὶ τὸ ἄψυχον στοιχεῖον ἡ θάλασσα ἀλαλήτως βοᾷ πρὸς ὑμᾶς. Ἔλεγξας τοὺς συνδούλους, κηρύξω κἀγὼ τὸν ∆εσπότην. Οὐ βαρεῖ με τὸ ἴχνος τοῦ πλάστου, ἁγιάζουσί με οἱ πόδες Χριστοῦ. Μωϋσῆς ἔσχισεν, ἀλλ' οὗτος ἡγίασε·