1

 2

 3

 4

 5

1

In venerabilem crucem sermo

ΕΙΣ ΤΟΝ ΤΙΜΙΟΝ καὶ ζωοποιὸν σταυρὸν, καὶ περὶ τῆς τῶν πρώτων ἀνθρώπων παραβάσεως.

50.815

Τί εἴπω, ἢ τί λαλήσω; ἢ τίνας ὑμᾶς καλέσω; πρόβατα, ἢ ποιμένας; ναύτας, ἢ κυβερνήτας; 50.816 μαθητὰς, ἢ διδασκάλους; πῶς ὑμῶν θαυμάσω τὸν ζῆλον τὸν πυρὸς λαβρότερον; Πρόβατα ὑμᾶς καλέσω, καὶ γάρ ἐστε πραεῖς καὶ ἡσύχιοι. Ποιμένας ὑμᾶς 50.817 καλέσω; καὶ γάρ ἐστε μιμούμενοι τὸν ἑαυτῶν ∆εσπότην. Ναύτας ὑμᾶς καλέσω; καὶ γάρ ἐστε τῇ πείρᾳ τῶν κλυδωνίων χειμῶνα ὑπομείναντες. Κυβερνήτας ὑμᾶς καλέσω; καὶ γάρ ἐστε Καθάπερ γάρ τις ἄριστος κυβερνήτης καθήμενος ἐπὶ τῶν οἰάκων, τῇ τέχνῃ τὰς τρικυμίας διαφεύγων, καὶ σῶον ἀποσώζων τὸ σκάφος, ἐπ' εὔδιον λιμένα χειραγωγεῖ· οὕτω δὴ καὶ ὑμεῖς. Ἀλλὰ μαθητὰς ὑμᾶς καλέσω; καὶ γάρ ἐστε ἕτοιμοι πρὸς τὴν ὑπακοήν. Ἀλλὰ διδασκάλους ὑμᾶς καλέσω; Πάλιν ἐρῶ, Ἐστὲ, ἁπάσης γὰρ τῆς οἰκουμένης διδάσκαλοι Ἐγένεσθε. Τί οὖν ἐροῦμεν; Βούλομαι σήμερον ὑμῖν τράπεζαν παραθεῖναι πνευματικὴν, οὐ σῶμα τρέφουσαν, ἀλλὰ πνεῦμα τειχίζουσαν, μᾶλλον δὲ καὶ σῶμα τρέφουσαν, καὶ ψυχὴν ἀποσμήχουσαν. Τοιαύτη γάρ ἐστιν ἡ τράπεζα πνευματικὴ, οὐ καθὼς ἡ τράπεζα τῶν γαστριμάργων κόρον ἐμποιοῦσα. Λόγος γάρ ἐστι πνευματικὸς εὐωδίας πνέων· ὑπομιμνησκόμενος γὰρ αὐτὸν ἄνθρωπος, καθάπερ μύρον μασσώμενος, εὐωδίαν τινὰ ἐκπέμπει, οὐ μόνον ἑαυτὸν τῇ εὐωδίᾳ παραμυθούμενος, ἀλλὰ καὶ τοὺς παρεστῶτας αὐτῷ πληροῦσθαι τῆς εὐωδίας ἐκείνης παρασκευάζων.

Συντείνατε δὴ ἑαυτούς· λόγον γὰρ ἐξαγαγεῖν βούλομαι. Καὶ γάρ τινές εἰσι τῶν κολυμβητῶν ῥίπτοντες ἑαυτοὺς ἀπὸ τοῦ σκάφους ἐπὶ τὴν θάλασσαν, περιερχόμενοι τὸν βυθὸν, βουλόμενοι μαργαρίτην ἀνιμήσασθαι· ἡμεῖς δὲ ἔχοντες ἀντὶ σκάφους τὴν Παλαιὰν καὶ Καινὴν ∆ιαθήκην, ἀντὶ πηδαλίου τὸν σταυρὸν, ἀντὶ κυβερνήτου τὸν Χριστὸν, ἀντὶ πρωρέως τὸν Πατέρα, ἀντὶ ζεφύρου τὸ Πνεῦμα τὸ ἅγιον, ἀντὶ ἱστίου τὴν χάριν, ἀντὶ ναυτῶν τοὺς μαθητὰς, ἀντὶ ἐπιβατῶν τοὺς προφήτας, οὐκοῦν καὶ ἡμεῖς ῥίψωμεν ἑαυτοὺς ἀπὸ τοῦ σκάφους ἐπὶ τὸ πέλαγος τῶν νοημάτων, οὐχ ἵνα μαργαρίτην ἀνιμησώμεθα, ἀλλὰ μαργαρίτου τιμιώτερον. Συντείνατέ μοι ἑαυτοὺς, παρακαλῶ, παρέχοντές μοι τὴν ὑπακοήν· καθὼς γὰρ προλαβὼν εἶπον, ὅτι μαργαρίτου τιμιώτερον μέλλω ἀνιμᾶσθαι ἐκ τοῦ βάθους τῶν νοημάτων. Μὴ οὖν παραπέμψησθε, καὶ ὡς ἀλογίστοις χρήσησθε ἑαυτοῖς. Γέγραπται γάρ· Μὴ βάλητε τὸν μαργαρίτην ὑμῶν ἔμπροσθεν τῶν χοίρων, καὶ μὴ ῥίπτητε τὰ ἅγια τοῖς κυσί. Χοίρους δὲ ὅταν ἀκούσῃς, μὴ τὰ ἄλογα ζῶα ταῦτα νομίσῃς· καὶ κύνας ὅταν ἀκούσῃς, μὴ τοὺς κύνας τούτους νομίσῃς. Χοίρους γὰρ λέγει τοὺς ἐν ἀσωτίᾳ ζῶντας· κύνας δὲ λέγει τοὺς εἰκῆ λυσσῶντας κατὰ τοῦ ∆εσπότου. Ποιήσατε οὖν ἀξίους ἑαυτοὺς εἶναι τοῦ μαργαρίτου οὗ μέλλω ὑμῖν σήμερον παρατιθέναι. Καὶ γὰρ οἱ γηπόνοι οὐχ ἁπλῶς τὰ σπέρματα καταβάλλονται, ἐὰν μὴ πρῶτον βοῦς ζεύξωσι, καὶ ἄροτρον ἑλκύσωσι, καὶ ἀκάνθας ἀνασπάσωσι, καὶ αὔλακας ἀνατέμωσι, καὶ τότε τὰ σπέρματα καταβάλλονται ἐπὶ τὴν γῆν, ἵνα εὑρὼν αὐτὰ ὁ ὑετὸς κατενέγκῃ εἰς τὰς λαγόνας τῆς γῆς· καὶ τότε λαβοῦσα ἡ γῆ, τίκτει τὸν ἄσταχυν. Ἀλλὰ ἐκεῖνα μὲν ἐκδέχονται καὶ χειμῶνα, καὶ θέρος, καὶ ὄμβρον οὐράνιον, καὶ ἡλίου ἀκτῖνας, καὶ καιρὸν θερισμοῦ, καὶ τότε συνάγουσιν αὐτὰ εἰς τὰς ἀποθήκας· ἐγὼ δὲ οὐ χειμῶνα ἐκδέχομαι, οὐδὲ θέρος, οὐδὲ ἡλίου ἀκτῖνας, οὐδὲ ὄμβρον, οὐδὲ βόας ζευγνύω, οὐδὲ ἄροτρον ἑλκύω, οὐδὲ αὔλακας ἀνατέμνω, οὔτε ἀκάνθας ἀνασπῶ· σήμερον γὰρ σπείρω, σήμερον καὶ θερίζω. Οὐκ ἐργάζομαι γὰρ γῆν ἄλογον, ἀλλὰ γῆν λογικὴν, οὐκ