1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

1

Contra Jacobitas

̓Ιωάννου ταπεινοῦ μοναχοῦ ∆αμασκηνοῦ τόμος ὡς ἐκ προσώπου Πέτρου τοῦ ἁγιωτάτου ἐπισκόπου ∆αμασκοῦ πρὸς τὸν ἐπίσκοπον δῆθεν τοῦ

∆αραίας τὸν Ἰακωβίτην. 1 «Οὐδὲ τὸ καλὸν καλόν, ὅτε μὴ καλῶς γένηται», σοφῶν ῥῆσις σοφή τίς ἐστιν. Μαρτυρεῖ δὲ καὶ τοῖς Ἑβραίων παισὶν ὁ θεῖος ἀπόστολος ὡς ζῆλον μὲν θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν, οὐκ ἐν ἐπαίνῳ τὴν μαρτυρίαν τιθείς, ἀλλὰ δήπου μεμφόμενος. Καλὸν ὁ ζῆλος τῆς εὐσεβείας, ἀλλ' ἀγάπῃ συγκεκραμένος· στυγητὸν ἡ κακία, ἀλλ' ἐλέους ὁ ταύτην δεχόμενος ἄξιος. Μισῶ τὴν σηπεδόνα, τὸ μέλος δὲ περιέπω, ἕως οὔπω τέλεον ἄχρηστον, καὶ «πάντα μὲν δὴ κάλων κινῶ», τὸ δὴ λεγόμενον, καὶ τέχνην ἀνιχνεύω ἅπασαν καὶ ἀλεξίκακον μηχανῶμαι φάρμακον καὶ θεὸν ἐπιβοῶμαι συνέριθον αἰδοῖ καὶ πόθῳ τοῦ ὁμοφύλου καὶ τῆς ὁμωνυμίας βαλλόμενος καὶ τὸν θύραθεν μῶμον ἀποσειόμενος. Εἰ μὲν οὖν πείσω, τὴν ὑγίειαν τῷ δεδωκότι χάρις τῆς ὑγιείας· εἰ δὲ μὴ πείσω, «ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ» τομῇ τὸ ποθούμενον παραδίδωμι, ἀλγῶν μέν, ἀλλ' ὅμως ἐκδίδωμι φεύγων τὴν συνουσίαν, ὡς ἂν μὴ διανεμηθείη τὸ κακόν, ὡς πλείονα γενέσθαι τὰ ἀχρειούμενα, καὶ μετὰ τοῦ προφήτου οὐκ ἐπιτωθάζων, ἀλλ' ὀδυρόμενος φθέγγομαι· «Ἰατρεύσαμεν τὴν Βαβυλῶνα καὶ οὐκ ἰάθη.» Καὶ τὴν αἰτίαν προστίθημι· «∆ιότι οὐκ ἠθέλησεν.» Αὐθαίρετος γὰρ ἥ τε νόσος καὶ τῆς θεραπείας ἡ εἰσδοχή. Ταῦτά με πρὸς τὸ γράφειν παρώρ μησεν· οὐκ ἔρις, οὐ ζῆλος, οὐκ ἔλεγχος, οὐ νίκης ἔφεσις, οὐκ ἐπιδείξεως τρόπος, οὐ μῖσος, ἀλλ' ἔλεος ἐκ πόθου θείου καὶ τοῦ πλησίον ὁρμώμενος. «Ἐὰν γὰρ ὑποστείλῃ», φησίν, «οὐκ εὐδοκεῖ ἐν σοὶ ἡ ψυχή μου.» Εἰς τοῦτο γὰρ ἡμᾶς ὁ θεὸς ἔθετο· παρακαλεῖν, νουθετεῖν, ἐπιστρέφειν, φιλοκαλεῖν, σκάπτειν, κόπρον περιτιθέναι, θεραπεύειν τὴν ἀκαρπίαν. Ἀκαρπίαν δὲ καὶ τὴν κακοκαρπίαν φαμὲν ὥσπερ ἄφωνον τραγῳδὸν τὸν κακόφωνον· «οὐαὶ γάρ μοι, ἐὰν μὴ εὐαγγελίζωμαι», καὶ εἰ κατορύξω τὸ τάλαντον, ἀχρεῖος καὶ πονηρὸς διὰ τὸν ὄκνον γινόμενος ἀποπεμφθήσομαι τῆς χαρᾶς τοῦ κυρίου μου. ∆έξασθε τοίνυν λόγον ἰάσεως τῇ τοῦ πνεύματος κροτούμενον χάριτι, ὡς ἂν ἡσθῇ μὲν θεός, κοινωνὸν δὲ τῆς εὐφροσύνης τὴν ἐκκλησίαν ποιήσητε. Μίαν δὲ ταύτην ἐπουρανίων καὶ ἐπιγείων ὁ σταυρὸς τοῦ κυρίου εἰργάσατο. 2 Ἐπειδὴ περὶ φύσεως ὁ σύμπας ἡμῖν λόγος κεκρότηται, τοῦτό φαμεν, ὡς ἐπὶ μὲν τῆς ἁγίας καὶ ὑπερουσίου θεότητος ἤτοι τῆς μοναρχικῆς καὶ ὁμοουσίου τριάδος, Ἄρειος μὲν καὶ Εὐνόμιος καὶ ἡ τούτων πολύθεος καὶ οὐδὲν ἧττον ἄθεος συμμορία τρεῖς οὐσίας ἀναφανδὸν ἐφληνάφησαν, ταῖς ὑποστάσεσι τὴν φύσιν συνδιατέμνοντες, κακῶς εἰδότες, καὶ τῇ ὑποστάσει ταὐτὸν τὴν φύσιν νοήσαντες, Σαβέλλιος δὲ ὁ Λίβυς μίαν ἀφρόνως ὑπόστασιν ἐξηρεύξατο συναιρῶν κακῶς τὰς τρεῖς καὶ συναλείφων διὰ τὸ μοναδικὸν τῆς οὐσίας εἰς μίαν ὑπόστασιν ἴσον τῇ φύσει νομίσας καὶ τὴν ὑπόστασιν, -ἐπὶ δέ γε τῆς ὑπεραγάθου καὶ σωτηρίου οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας τριάδος θεοῦ λόγου τοῦ μονογενοῦς υἱοῦ τοῦ πατρός, κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ μὲν κακὸς κακῶς ἀπολόμενος ὁ ἀνθρωπολάτρης Νεστόριος καὶ ὁ ∆ιόδωρός τε καὶ ὁ Μομψουεστίας Θεόδωρος δύο τὰς φύσεις εἰδότες διαιροῦσι καὶ τὴν ὑπόστασιν καὶ συναριθμίους ταῖς φύσεσι δύο καὶ τὰς ὑποστάσεις φασὶ καὶ τὸν ἕνα υἱὸν καὶ Χριστὸν καὶ κύριον εἰς δύο