1

 2

 3

 4

 5

1

De natura composita

Τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰωάννου τοῦ ∆αμασκηνοῦ περὶ συνθέτου φύσεως κατὰ ἀκεφάλων.

1 Μία φύσις σύνθετος ἐκ διαφόρων φύσεων γίνεται, ὅταν ἑνουμένων φύσεων ἕτερόν τι παρὰ τὰς ἑνωθείσας φύσεις ἀποτελεσθῇ. Καὶ τὸ ἀποτελούμενον οὔτε τοῦτο κυρίως ἔστιν οὔτε λέγεται, οὔτε τοῦτο, ἀλλ' ἕτερον. Οἷον ἀπὸ τῶν τεσσάρων στοιχείων, πυρὸς λέγω καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς, συνίσταται σῶμα ἑνουμένων τῶν τεσσάρων καὶ συγκιρναμένων, καὶ τὸ ἀποτελούμενον σῶμα οὔτε πῦρ ἔστιν οὔτε λέγεται οὔτε ἀὴρ οὔτε ὕδωρ οὔτε γῆ, ἀλλ' ἐκ τούτων ἕτερόν τι παρὰ ταῦτα. Ὁμοίως καὶ ἀπὸ ἵππου καὶ ὄνου γίνεται ἡμίονος, καὶ οὔτε ἵππος ἔστιν οὔτε ὄνος οὔτε λέγεται, ἀλλ' ἕτερόν τι παρὰ ταῦτα. Ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐκ θεότητος ὢν καὶ ἀνθρωπότητος καὶ ἐν θεότητί ἐστι καὶ ἀνθρωπότητι καὶ θεὸς ἔστι καὶ λέγεται τέλειος καὶ ἄνθρωπος τέλειος καὶ ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, ὅπερ ἐπὶ τῆς συνθέτου φύσεως οὐκ ἔστιν εὑρεῖν· οὐ γὰρ ὅλον τὸ σῶμα πῦρ ἐστιν οὐδὲ ὅλον ἀήρ, ὁμοίως οὔτε γῆ οὔτε ὕδωρ, οὐδὲ ὅλη ἡ ἡμίονος ἵππος ἐστὶν οὐδὲ ὅλη ὄνος οὐδὲ τέλειος ἵππος οὐδὲ τέλειος ὄνος, ὁ δὲ Χριστός, ὡς εἶπον, τέλειός ἐστι θεὸς καὶ τέλειος ἄνθρωπος καὶ ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος. ∆ιὸ οὐ μία ἐστὶ σύνθετος φύσις, ἀλλὰ μία ὑπόστασις ἐν δυσὶ φύσεσι γνωριζομένη καὶ δύο φύσεις ἐν μιᾷ συνθέτῳ ὑποστάσει. 2 Ἐρωτήσωμεν τοίνυν τοὺς αἱρετικούς· Ἐκ δύο φύσεων τὸν Χριστὸν λέγοντες ποίων φύσεων λέγετε; Ἐροῦσιν οὖν· Ἐκ θεότητος καὶ ἀνθρωπότητος. Εἶτα εἴπωμεν· Καὶ πῶς ἐν θεότητι καὶ ἀνθρωπότητι λέγοντες τὸν Χριστὸν οὐ λέγετε αὐτὸν ἐν δυσὶ φύσεσιν; Οὐ γὰρ δύνανται εἰπεῖν, μὴ εἶναι τὸν Χριστὸν ἐν θεότητι καὶ ἀνθρωπότητι. Πάλιν ἐρωτήσωμεν αὐτούς· Μία φύσις σύνθετός ἐστι τοῦ Χριστοῦ ἢ δύο; Καὶ ἐροῦσι· Μία σύνθετος. Εἶτα λέγομεν· Τὸ ἁπλοῦν καὶ τὸ σύνθετον ὁμοούσιόν ἐστι; Καὶ οὐ δύνανται εἰπεῖν, ὅτι ὁμοούσιά εἰσι τὸ ἁπλοῦν καὶ τὸ σύνθετον. Εἶτα λέγομεν· Ἐὰν οὖν συνθέτου φύσεώς ἐστιν ὁ Χριστὸς μιᾶς ἐκ θεότητος καὶ ἀνθρωπότητος, οὐκ ἔστιν ὁμοούσιος τῷ πατρί· ὁ γὰρ πατὴρ οὐκ ἔστι συνθέτου φύσεως ἐκ θεότητος καὶ ἀνθρωπότητος, ἀλλ' ἁπλῆς. Ἀλλ' οὐδὲ τῇ μητρὶ ἔσται ὁμοούσιος· οὐδὲ γὰρ ἡ μήτηρ ἐκ θεότητος καὶ ἀνθρωπότητός ἐστι συντεθειμένη. Ἡμεῖς δὲ τὸν Χριστὸν μίαν ὑπόστασιν ἐν δυσὶ φύσεσι λέγοντες, ἐν θεότητι καὶ ἀνθρωπότητι, κατὰ μὲν τὴν θεότητά φαμεν αὐτὸν ὁμοούσιον τῷ πατρί, κατὰ δὲ τὴν ἀνθρωπότητα τῇ μητρὶ ὁμοούσιον, καὶ οὔτε διαιροῦμεν αὐτὸν μίαν ὑπόστασιν λέγοντες οὔτε συγχέομεν δύο φύσεις ἡνωμένας ὁμολογοῦντες. Καὶ πάλιν λέγομεν οὕτως· Εἰ μία φύσις τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς σαρκὸς αὐτοῦ, μία δὲ φύσις τοῦ πατρὸς καὶ τοῦ Χριστοῦ, μία φύσις ἔσται τοῦ πατρὸς καὶ τῆς σαρκός. Καὶ πάλιν· Πῶς ὁμολογεῖτε τὴν τῶν φύσεων διαφοράν; Ἡ γὰρ διαφορὰ τοὐλάχιστον δύο εἰσάγει τὰ διαφέροντα, ἢ φύσεις ἢ ὑποστάσεις, ἢ μίαν ὑπόστασιν ἀλλοιουμένην καὶ μεταβαλλομένην κατὰ τὸ χωριστὸν συμβεβηκός. Ὅτι μὲν οὖν οὐχ ὑποστάσεων διαφορὰν λέγετε, δῆλον ἐπὶ Χριστοῦ. Ὅτι δὲ οὐδὲ περὶ τοῦ χωριστοῦ συμβεβηκότος, καὶ τοῦτο δῆλον· οὐ γὰρ ποτὲ μὲν λέγετε αὐτὸν ἀθάνατον, ποτὲ δὲ θνητὸν ἐξ ἀθανασίας τραπέντα εἰς θνητότητα, ὥσπερ ἡμεῖς ἐκ νόσου εἰς ὑγείαν. Λείπεται οὖν τῶν φύσεων λέγειν ὑμᾶς τὴν διαφοράν, ὡς καὶ ὁμολογεῖτε, καὶ τὴν τῶν φύσεων διαφορὰν ὁμολογοῦντας πρῶτον τὰς φύσεις ὁμολογεῖν, ὧν ἐστιν ἡ διαφορά· τῶν γὰρ οὐσιῶν μὴ οὐσῶν οὐδὲ αἱ οὐσιώδεις ἔσονται διαφοραί. Εἰ δὲ μία φύσις ἐστὶν ὥσπερ καὶ μία