1

 2

 3

1

Fragmenta in Matthaeum (e catena Nicetae)

96.1408 «Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς Σάββασι διὰ τῶν σπορίμων, οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας, καὶ ἐσθίειν.» Καὶ ὁ δοῦλός σου, φησὶ, καὶ τὸ ὑποζύγιον ἐν τῷ Σαββάτῳ ἀναπαυθήσεται· τουτέστιν, ἐν τῷ ἑβδοματικῷ τούτῳ βίῳ· ὡς μὲν ὑποζύγιον τὸ σῶμα τῆς δουλείας τῆς ἁμαρτίας παυθήσεται· ταῖς δὲ θείαις ἐντολαῖς ἐξυπηρετήσεται· ὡς δὲ δοῦλος ὁ θυμὸς καὶ ἐπιθυμία, τῆς μὲν ἁμαρτίας καταπαυθήσεται, τῷ δὲ Θεῷ σχολάζειν ἐπιτραπήσεται· ἡ μὲν ἐπιθυμία πρὸς Θεὸν ἅπασα τεινομένη, ὁ δὲ θυμὸς κατὰ τῶν τοῦ Θεοῦ δυσμενειῶν ὁπλιζόμενος. «Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν. Καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ, ὡς ὁ ἥλιος· τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο λευκὰ, ὡς τὸ φῶς.» Μεταμορφοῦται ὁ Κύριος οὐχ, ὃ οὐκ ἦν, προσλαβόμενος, ἀλλ' ὅπερ ἦν τοῖς μαθηταῖς ἐκφαινόμενος, καὶ λάμπει τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος (φωτὶ γὰρ ἄλλῳ ταυτίζεται καθ' ὑπόστασιν)· ὡς δὲ χιὼν λευκαίνεται κατὰ Μάρκον τὰ ἱμάτια. Περιβολὴ γὰρ δοξάζεται σχέσει, οὐχ ἑνώσει τῇ καθ' ὑπόστασιν. Ὥσπερ δὲ ὁ ἥλιος εἷς ἐστιν, ἔχει δὲ οὐσίας δύο, τοῦ τε φωτὸς, ὃ γέγονε πρότερον, καὶ τοῦ τῇ κτίσει ἐφυστερίζοντος σώματος, δι' ὅλου δὲ τοῦ σώματος τὸ φῶς ἀδιαιρέτως ἥνωται, καὶ τοῦ σώματος μένοντος, τὸ φῶς πᾶσι τῆς γῆς ἐφαπλοῦται 96.1409 τοῖς μέρεσιν· οὕτω καὶ ὁ Χριστὸς φῶς ἐκ φωτὸς ἄναρχον ὃν, καὶ ἀπρόσιτον, ἐν τῷ χρονικῷ καὶ κτιστῷ γενόμενος σώματι, εἷς ἐστι δικαιοσύνης Ἥλιος, εἷς Χριστὸς ἐν δυσὶ ταῖς φύσεσι· καὶ τὸ μὲν σῶμα περίγραπτον, ἡ δὲ θεότης ἀχώρητος ἐν πᾶσιν οὖσα, καὶ πάντων ἐπέκεινα· καὶ ὥσπερ ἕτερον μὲν ἥλιος (πηγὴ γάρ ἐστι φωτὸς, καθορᾶσθαι μὴ δυνάμενος τρανῶς), ἑτέρου δὲ τὸ φῶς, τὸ ἐξ αὐτοῦ πρὸς γῆν ἀφικνούμενον (ὁρᾶται γὰρ καὶ προβλέπεται σοφία τοῦ Θεοῦ καὶ φιλανθρωπία, ὡς ἂν μὴ παντελῶς ἀμέτοχοι τῶν καλῶν κατασταίημεν)· οὕτω τὸ μὲν πρόσωπον τοῦ Χριστοῦ λάμπει τρανότερον ὡς ὁ ἥλιος (ὅπερ γὰρ ἐν αἰσθητοῖς ὁ ἥλιος, τοῦτο ἐν νοητοῖς ὁ Θεὸς), ὡς δὲ φῶς λευκαίνεται τὰ ἱμάτια, τῇ μεταδόσει τοῦ θείου φωτὸς ἀγλαϊζόμενα. Ὅτι μέντοι οὐχ ὡς ὁ ἥλιος ἔλαμψεν, ἀλλὰ ὅτι καὶ τοῦ ὑποδείγματος μεῖζον ἦν τὸ φῶς, ἔδειξαν οἱ μαθηταὶ πεσόντες. Εἰ γὰρ μὴ ἄκρατον ἦν τὸ φῶς, ἀλλὰ καὶ τῷ ἡλίῳ σύμμετρον, οὐκ ἂν ἔπεσον. «Οὗτός ἐστιν Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε.» Ἐπισήμηναι ὅτι πρότερον μὲν ἐν Ἰορδάνῃ ἡ Τριὰς ἐμαρτυρήθη τοῦ Υἱοῦ βαπτιζομένου, Πατρὸς ἄνωθεν μαρτυροῦντος, τοῦ Πνεύματος ὡσεὶ περιστερὰ κατερχομένου. Νῦν δὲ ἐν Θαβὼρ ἡ αὐτὴν πάλιν μαρτυρεῖται τῷ κηρύττοντι. Τῷ κηρυττομένῳ, τῇ νεφέλῃ τῷ Πνεύματι. Ταῦτά τοι καὶ ∆αβὶδ προανεφώνησε. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Τὸ μὲν γὰρ Ἑρμὼν ἠγαλλιάσατο βαπτιζομένου τοῦ Χριστοῦ. Τὸ δὲ Θαβὼρ μεταμορφουμένου, ἐπειδὴ ἐν ἀμφοτέροις ἠνέχθη φωνὴ, Οὗτός ἐστιν ὁ Υἱός μου λέγουσα. «Καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες.» Οὐκ ἔστι τύπος ὁ ἄρτος καὶ οἶνος τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ, μὴ γένοιτο, ἀλλ' αὐτὸ τὸ σῶμα καὶ αὐτὸ τὸ αἷμα εἰς σύστασιν τῆς ἡμετέρας ψυχῆς τε καὶ σώματος χωροῦν, οὐ δαπανώμενον, οὐ φθειρόμενον, οὐκ εἰς ἀφεδρῶνα χωροῦν, ἀλλ' εἰς τὴν ἡμῶν οὐσίαν τε καὶ συντήρησιν. Εἰ δὲ καί τινες ἀντίτυπα τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου τὸν ἄρτον καὶ τὸν οἶνον ἐκάλεσαν, οὐ μετὰ τὸ ἁγιασθῆναι εἶπον, ἀλλὰ πρὶν ἁγιασθῆναι, τὴν προσφορὰν οὕτω καλέσαντες. Ἀντίτυπα δὲ τῶν μελλόντων λέγονται, οὐχ ὡς μὴ ὄντα ἀληθῶς σῶμα καὶ αἷμα Χριστοῦ, ἀλλ' ὅτι νῦν μὲν δι' αὐτῶν μετέχομεν τῆς Χριστοῦ