Historia
ΛΕΟΝΤΟΣ ∆ΙΑΚΟΝΟΥ ΙΣΤΟΡΙΑ, ἀρχομένη ἀπὸ τῆς τελευτῆς τοῦ αὐτοκράτορος Κωνσταντίνου, μέχρι τῆς τελευτῆς Ἰωάννου τοῦ
αὐτοκράτορος, τοῦ ἐπιλεγομένου Τζιμισκῆ. ΒΙΒΛΙΟΝ Α. αʹ. Εἴπερ ἄλλο τι τῶν ἀγαθῶν τὸν βίον ὀνίνησι, τούτου οὐχ ἧσσον, ἀλλὰ καὶ μᾶλλον ἡ ἱστορία, ἐπωφελές τι πρᾶγμα πεφυκὸς καὶ λυσιτελές. ποικίλας γὰρ καὶ παντοδαπὰς ἀπαγγέλλουσα πράξεις, καὶ ὅσας ἡ φορὰ τοῦ χρόνου καὶ τῶν πραγμάτων 4 κυλίνδειν εἴωθεν, ἡ προαίρεσις δὲ μάλιστα τῶν κεχρημένων τοῖς πράγμασι, τὰς μὲν ἀσπάζεσθαι καὶ ζηλοῦν τοῖς ἀνθρώποις νομοθετεῖ, τὰς δὲ ἀποδιοπομπεῖσθαι καὶ ἀποτρέπεσθαι· ὡς μὴ λάθωσιν ἀβουλήτως τὰ μὲν ὀνησιφόρα καὶ λῴονα προηκάμενοι, τοῖς δὲ ἀπευκταίοις καὶ βλαβεροῖς ἑαυτοὺς περιπείραντες. ἐπεὶ οὖν λυσιτελὲς ἡ ἱστορία μετὰ τῶν ἄλλων βιωφελῶν χρῆμα τελεῖν ὡμολόγηται, ἅτε τὰ θνητὰ ἀναβιώσκειν ἢ ἀνηβάσκειν παρεχομένη, καὶ μὴ ἐῶσα τοῖς τῆς λήθης βυθοῖς παρασύρεσθαί τε καὶ συγκαλύπτεσθαι· διὰ ταῦτα, πολλῶν ἐν τῷ κατ' ἐμὲ χρόνῳ πραγμάτων ἐξαισίων καὶ ἀλλοκότων καινοτομηθέντων, καὶ φοβερῶν κατ' οὐρανὸν δειμάτων ἐπιφανέντων, καὶ σεισμῶν ἀπίστων κινηθέντων, σκηπτῶν τε κατενεχθέντων, καὶ ὑετῶν λάβρων καταῤῥαγέντων, πολέμων τε συῤῥαγέντων, καὶ στρατευμάτων πολλαχοῦ τῆς οἰκουμένης ἐπιδραμόντων, καὶ πόλεων καὶ χώρων μεταναστάντων, ὡς πολλοῖς δοκεῖν, ἀλλοίωσιν ἄρτι τὸν βίον λαβεῖν, καὶ τὴν προσδοκωμένην δευτέραν κατάβασιν τοῦ Σωτῆρος καὶ Θεοῦ ἐπὶ θύραις ἐγγίζειν· ἔδοξέ μοι, μὴ οὕτω φρίκης μεστὰ καὶ θαύματος ἄξια πράγματα σιγῇ παραδραμεῖν , ἀλλ' εἰς τοὐμφανὲς ἀνειπεῖν, ὡς εἶναι παίδευμα καὶ τοῖς ὕστερον· εἴ γε μὴ δεδογμένον εἴη τῇ προνοίᾳ, αὐτίκα καὶ καταπόδας τὸ βιωτικὸν πορθμεῖον ἐν τῷ τῆς συντελείας ὅρμῳ ἐλλιμενίζειν, καὶ τὸ σχῆμα τοῦ κόσμου παραγαγεῖν. ἀλλά μοι εἴη τὸν ὑπὲρ ἐμὲ τοσοῦτον 5 ἆθλον ἐπανῃρημένῳ, μὴ δεύτερον τῆς προθυμίας δραμεῖν , ἀναλόγως δὲ τοῦ μεγέθους τῶν συμβεβηκότων ἱκέσθαι, καὶ ταῦτα δεόντως ἐπεξηγήσασθαι. ἡ μὲν οὖν ἱστορία κατὰ τὸ ἐνὸν ἐμοὶ λεχθήσεται κατὰ μέρος· ὁ δὲ ταῦτα συντάξας Λέων εἰμὶ Βασιλείου υἱός· πατρὶς δέ μοι Καλόη, χωρίον τῆς Ἀσίας τὸ κάλλιστον, παρὰ τὰς κλιτῦς τοῦ Τμώλου ἀνῳκισμένον, ἀμφὶ τὰς πηγὰς τοῦ Καϋστρίου ποταμοῦ, ὃς δὴ, τὸ Κελβιανὸν παραῤῥέων καὶ ἥδιστον θαῦμα τοῖς ὁρῶσι προκείμενος, ἐς τὸν τῆς κλεινῆς καὶ περιπύστου Ἐφέσου κόλπον πελαγίζων ἐσβάλλει. ἀλλ' ἐπὶ τὴν τῶν κοινῶν πραγμάτων ἰτέον διήγησιν, περὶ πλείστου τὸ ἀληθίζειν ποιουμένοις ὡς μάλιστα, ὅτι καὶ τοῦτο τῇ ἱστορίᾳ τῶν ἄλλων μᾶλλον ἁρμόττει. φασὶ γὰρ καὶ οἱ τὸν λόγον σοφοὶ, ῥητορικῇ μὲν προσήκειν δεινότητα, ποιητικῇ δὲ μυθοποιΐαν, τῇ δὲ ἱστορίᾳ ἀλήθειαν. ὅσα μὲν οὖν ἐπὶ τὸν χρόνον τοῦ αὐτοκράτορος Κωνσταντίνου υἱοῦ Λέοντος, ᾧ Πορφυρογέννητος ἡ ἐπίκλησις , ἐπισυμβέβηκε πράγματα (οὗ καὶ γεννωμένου καὶ τελευτῶντος κομήτην λέγεται φανῆναι κατ' οὐρανὸν, τὴν ἐκείνου καὶ γέννησιν προδηλοῦντα καὶ ἀποβίωσιν) , παρήσειν μοι δοκῶ· ἀποχρώντως γὰρ ἄλλοις ἱστόρηται. τὰ δὲ τούτων ἐχόμενα, καὶ ὅσα ὀφθαλμοῖς καὶ αὐτὸς τεθέαμαι (εἴπερ ὀφθαλμοὶ ὤτων πιστότεροι, καθ' Ἡρόδοτον), τὰ