Historia
ΛΟΓΟΣ ΠΡΟΣΦΩΝΗΤΙΚΟΣ ΕΚΦΩΝΗΘΕΙΣ ΠΑΡΑ ΜΙΧΑΗΛ ΜΑΓΙΣΤΡΟΥ ΒΕΣΤΟΥ ΚΑΙ ΚΡΙΤΟΥ ΤΟΥ ΑΤΤΑΛΕΙΑΤΟΥ ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΤΟΝ
ΒΟΤΑΝΕΙΑΤΗΝ.
Σὺ μέν, ὦ θειότατε βασιλεῦ, πᾶσαν παιδείαν ἔν τε στρατιωτικοῖς ὅπλοις καὶ μάχαις καὶ στρατηγίαις παντοδαπαῖς καὶ ἀνδραγαθίαις καὶ πρὸ τῆς βασιλείας ἐξησκηκώς, καὶ φιλάνθρωπος πᾶσι καὶ γαληνὸς καὶ παντὸς τύφου φαινόμενος ὑψηλότερος, ποθεινότατος ἐλογίζου καὶ τῆς πρώτης καὶ βασιλικῆς ἀξίας ἐπάξιος· βασιλεύσας δὲ ψήφῳ θεοῦ καὶ ἱκεσίᾳ πάντων ὁμοῦ καὶ συνθήκῃ τῶν τὰ σὰ γινωσκόντων ὑπερφυῆ προτερήματα, τὸν πλοῦτον τῆς σῆς ἀγαθότητος ἔτι μᾶλλον τοῖς πᾶσιν ἐξέχεας ἀφθονώτατα, ὅσῳ καὶ τὴν τιμὴν ὑπερ 4 τέραν περιεζώσω καὶ πάντων ἐξοχωτέραν τῇ τοῦ κράτους ὑπεροχῇ. ποικίλαις γὰρ καὶ παντοίαις τιμαῖς καὶ δώροις καὶ ἀφθόνοις χαρίσμασι, καὶ ὅσοις οὐδὲ πάντες οἱ πρὸ σοῦ βασιλεύσαντες τοὺς ἐν τοῖς χρόνοις αὐτῶν ἀνθρώπους ἠμείψαντο, κατελάμπρυνας τὸ ὑπήκοον, καὶ γέγονας τῷ ὄντι τῶν πρὸ σοῦ βασιλέων βασιλικώτερος, ὡς καὶ τοσούτους πολεμίους καὶ τυράννους καθυποτάξας καὶ βίον ἐκ παίδων ἔχων τῶν ἀνδραγαθημάτων τὸ μέγεθος. ὅθεν καὶ ἀγώνων ὑπόθεσις μεγίστη γέγονας τοῖς περὶ λόγους ἐσπουδακόσιν εἰς τὸ συγγράφειν τῶν σῶν κατορθωμάτων τὸ περιούσιον. ἐπεὶ δὲ ὥσπερ τις ὀλυμπιονίκης σεαυτῷ τὰ πάντα καθυπέταξας ἀκριβῶς, καὶ οὐδὲν ἀφῆκας τῶν ἐπαινουμένων ἐν κόσμῳ ἀκατόρθωτόν τε καὶ ἀνυπότακτον, εἶτα καὶ πρὸς τὴν ἐν τοῖς λόγοις καὶ πόνοις ὑψηλοτάτοις σπουδὴν ὅλον ἔτρεψας σεαυτόν, ἡμέρας μὲν τοῖς ἄθλοις καὶ τοῖς τῶν πραγμάτων ὄχλοις πονῶν καὶ κάλλος ἀμήχανον ἑαυτῷ ἐξυφαίνων εἰς ἑνὸς κόσμου, ἢ τό γε ἀληθέστερον εἰπεῖν ὑπερκοσμίου δόξης συμπλήρωσιν, ἁλουργίδα τε καὶ στέφανον οὐκ ἀποχρῶντα τῆς βασιλείας ἡγήσω παράσημα, στέφανον δὲ χαρίτων καὶ ἁλουργίδα ξενοπρεπῆ δι' εὐσεβείας καὶ φιλανθρωπίας καὶ ἀρετῆς διὰ παντὸς ἐπιδείκνυσαι, καὶ τῷ στέψαντί σε θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ γενέσθαι ὅμοιος περισπούδαστον ἔργον πεποίησαι, ὡς καὶ τῇ ἀναγνώσει καὶ ἀσκήσει τῶν λόγων δικάζειν ἀρρεπῶς καὶ νομίμως καὶ πράτ 5 τειν ἃ χρὴ καὶ πᾶσιν ὑποδεικνύειν ἀψευδὲς σύμβολον τὰ τῶν νυκτερινῶν σου λόγων σπουδάσματα, καὶ ὡς τὰς βίβλους ἀληθῶς περιέπεις καὶ τούτων ἐπιμελῶς ἀκροᾷ, μείζονα λοιπὸν ἡμῖν τὸν ἀγῶνα καὶ ἀκμαιότερον τέθεικας, ὥστε προφέρειν τι τῶν σῶν τουτωνὶ λογικῶν σπουδασμάτων ἐπάξιον. διὰ δὴ ταῦτα καί τινα δέλτον συντάξας ἐκ τῶν προσεχῶς τοῖς ἡμετέροις χρόνοις γεγενημένων πράξεων ἔν τε πολέμοις καὶ μάχαις καὶ νίκαις καὶ ἥτταις καὶ πολεμικοῖς κατορθώμασιν ἢ ἀτυχήμασι, προσθεὶς δὲ καὶ τὰς αἰτίας κατὰ τὸ δυνατὸν τῶν οὕτω τετελεσμένων, εἶτα παρατείνας τὸν λόγον ἢ καὶ ἐξαρτύσας ὡς ἐνηδύσμασί τισι τοῖς παρεμπίπτουσιν ἀπροόπτοις σημείοις, ἀρετάς τε καὶ κακίας τῶν ἀρξάντων καὶ ἡγεμονικῶς ὑπαρξάντων ἀναταξάμενος, συνεπιπλέξας δὲ καὶ φυσικάς τινας τεχνολογίας καὶ ζώων ἰδέας ἀναφανείσας τοῖς τότε καιροῖς, καὶ ἁπλῶς ποικίλην τινὰ βίβλον ὥσπερ λειμῶνα τοῖς ἄνθεσι βρύουσαν ἀποτερματίσας ἐπὶ ἐξηγήσει τούτων ἁπάντων (καὶ γὰρ εἰ καὶ περὶ τῶν ἡμῖν ἐγνωσμένων φθέγγεται, ἀλλ' ἡ τῶν καινοπρεπῶν χύσις οὐ βούλεται ταῦτα σιγῇ παρελθεῖν καὶ εἰς λήθην τούτων τοὺς ἀνθρώπους ἐλθεῖν), ταύτην ὥσπερ τι καλλιέρημα καὶ δεξίωμα δουλικὸν τῇ σῇ φιλανθρωπίᾳ καὶ φιλοχρίστῳ σπουδῇ ἀναφέρω καὶ