1

1

Fragmenta in epistulam ii ad Thessalonicenses 4572 Thess 1,3 Ἢ ὅτι, τοῦτο γάρ φησι, δίκαιόν ἐστι νοήσεις· ἢ τὸ μεγάλως ἐξακουστέον, ἵνα ᾖ· μεγάλως καθὼς ἄξιον τῷ μεγάλα παρέχοντι. 2 thess 1,7 Ὡσεὶ εἶπεν· μετὰ τῶν ἀγγέλων τῶν διαφερόντων τῇ δυνάμει αὐτοῦ, ἢ ὡς τῶν ἀγγέλων δυνατῶν ὄντων. ἵνα τὴν σύνταξιν ἀμείψῃς, μετὰ τῆς δυνάμεως, φησί, τῶν ἀγγέλων αὐτοῦ, τοῦτ' ἔστι μετὰ τῶν δυνατῶν αὐτοῦ ἀγγέλων. 2 thess 1,10 Θαυμασθήσεται δὲ ὁ θεός, ἐπειδὴ ἐπιστεύθη ἐφ' ὑμᾶς ἡ διαμαρτυρία αὐτοῦ καὶ τὸ κήρυγμα ἡμῶν. καὶ πῶς ἐκ τοῦ 458 πιστεῦσαι αὐτοὺς τῷ κηρύγματι αὐτῶν μέλλει ὁ θεὸς θαυμάζεσθαι; ὅτι εἰ μὴ ἠκούσατε ἡμῶν, φησίν, οὐκ ἠμέλλετε τοσούτων ἀγαθῶν ἀξιοῦσθαι, μὴ ἀξιούμενοι δὲ οὐδὲ πρόφασιν δοξολογίας καὶ θαύματος τῷ Χριστῷ παρέσχετε ἐφ' οἷς ὑμᾶς ἐδόξασεν. Ἐν γὰρ τῇ τότε ἡμέρᾳ γενήσεται φανερὸν ὅτι ἐπιστεύσατε· νῦν γὰρ πολλοὶ καὶ ὑποκρίνονται τὴν πίστιν. 2 thess 2,8 Ἢ τὸ ἅγιον πνεῦμα. 2 thess 2,9-10 Ἢ ἐν παντὶ πράγματι ἀπατῆσαι καὶ ἀδικῆσαι τοὺς πιστεύοντας δυναμένῳ· ἤ, ὡς εἴρηται, ἐν φαντασίᾳ καὶ δοκήσει τὰ σημεῖα ποιήσει. 2 thess 3,5 Ὁ μακάριος Βασίλειος ἐν τοῖς Πρὸς Ἀμφιλόχιον τοῦτο σημειοῦται, ὅτι τῷ πνεύματι εὔχεται ὁ Παῦλος· ποῖος γὰρ κύριος παρὰ τὸ πνεῦμα ἤμελλε κατευθύνειν τὰς καρδίας αὐτῶν εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ πατρὸς καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ; οὐδεὶς δὲ εὔχεται πλὴν θεῷ.