Commentarii in evangelium Joannis
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
ΤΟΜΟΣ ΙΘʹ. 19.1.n Ἀπεκρίθη ὁ Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε. 19.1.1 Εἰ μὲν πρὸς τοὺς αὐτοὺς ὁ λόγος ἦν ὁ λέγων· «Κἀμὲ οἴδατε «πόθεν εἰμί» καὶ ὁ φάσκων· «Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου», ἄντικρυς ἂν ἔδοξεν ἐναντίον εἶναι τὸ λεγόμενον· νυνὶ δὲ τὸ μὲν «Κἀμὲ οἴδατε» πρός τινας τῶν Ἱεροσολυμιτῶν ἀπαγγέλλεται εἰρηκό τας· «Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χρι «στός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, «οὐδεὶς γινώσκει πόθεν ἐστίν»· τὸ δὲ ὅτι «Οὔτε ἐμὲ οἴδατε» καὶ τὸ ἑξῆς, πρὸς τοὺς εἰπόντας αὐτῷ Φαρισαίους· «Σὺ μαρτυρεῖς περὶ 19.1.2 «σεαυτοῦ ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής». πλὴν καὶ τοῖς Ἱεροσολυμίταις διὰ τῶν προτέρων, καὶ τοῖς Φαρισαίοις διὰ τῶν νῦν ἐξεταζο μένων φησὶν ὅτι τὸν πατέρα οὐκ οἴδατε· τοῖς μὲν Ἱεροσολυμίταις διὰ τούτων «Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἔστιν ἀληθινὸς ὁ πέμψας «με, ὃν ὑμεῖς οὐκ οἴδατε· ἐγὼ οἶδα αὐτόν, ὅτι παρ' αὐτοῦ εἰμὶ κἀ «κεῖνός με ἀπέστειλεν»· τοῖς δὲ Φαρισαίοις διὰ τοῦ «Οὔτε ἐμὲ οἴδατε «οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε». 19.1.3 καὶ ζητήσαι ἄν τις εὐλόγως ὅπως, εἴπερ ἀληθὲς τὸ «Εἰ ἐμὲ ᾔδειτε «καὶ τὸν πατέρα μου ἂν ᾔδειτε», οἱ Ἱεροσολυμῖται, πρὸς οὕς φησι· «Κἀμὲ οἴδατε» οὐκ οἴδασι τὸν πατέρα. προσεπιτείνει δὲ τὴν εἰς τὸν τόπον ἀπορίαν καὶ ὁ Ἰωάννης ἐν τῇ καθολικῇ ἐπιστολῇ ταῦτα λέγων· «Ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν· πᾶς ὁ ἀρνούμενος τὸν 19.1.4 «υἱόν, οὐδὲ τὸν πατέρα ἔχει». εἰ γὰρ «Ὁ ἀρνούμενος τὸν πατέρα «καὶ τὸν υἱόν», καὶ «Ὁ ὁμολογῶν τὸν υἱόν καὶ τὸν πατέρα ἔχει», δῆλον ὅτι οἱ Ἱεροσολυμῖται, ὅσον ἐπὶ τῇ λέξει, τῷ μὴ γινώσκειν τὸν 19.1.5 πατέρα ἀρνούμενοι τὸν πατέρα ἀρνοῦνται καὶ τὸν υἱόν. εἰ δὲ ἀρ νοῦνται τὸν υἱόν, πῶς τὸ «Κἀμὲ οἴδατε» ἀληθές; πάλιν οἱ αὐτοὶ εἰ οἴδασιν τὸν υἱὸν διὰ τὸ «Καὶ ἐμὲ οἴδατε», (ἐπεὶ «Ὁ ὁμολογῶν τὸν «υἱὸν καὶ τὸν πατέρα ἔχει») ὁμολογοῦσιν τὸν πατέρα. εἰ δὲ ὁμολο γοῦσιν τὸν πατέρα, πῶς ἀληθὲς τὸ «Ἀλλ' ἔστιν ἀληθινὸς ὁ πέμψας «με, ὃν ὑμεῖς οὐκ οἴδατε»; 19.2.6 Λεκτέον δὲ πρὸς ταῦτα ὅτι ὁ σωτὴρ ὁτὲ μὲν περὶ ἑαυτοῦ ὡς περὶ ἀνθρώπου διαλέγεται, ὁτὲ δὲ ὡς περὶ θειοτέρας φύσεως καὶ ἡνωμένης τῇ ἀγενήτῳ τοῦ πατρὸς φύσει. ἐπὰν μὲν γὰρ λέγῃ· «Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν «λελάληκα», τοῦτό φησιν εἰδὼς τὸ ζητούμενον ἀναιρεθῆναι εἶναι οὐ θεὸν ἀλλὰ ἄνθρωπον· ἐὰν δὲ «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «Ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή» καὶ «Ἐγώ εἰμι ἡ ἀνάστασις» καὶ τὰ τούτοις ὅμοια, οὐ περὶ τοῦ ζητουμένου ἀναιρεθῆναι ἀνθρώπου διδάσκει. 19.2.7 οὕτως οὖν καὶ ἐπὶ τῶν κατὰ τὸ παρὸν ἡμῖν ζητουμένων ἐκ τῆς συμφράσεως κατανοητέον· τὸ μὲν «Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί» περὶ τοῦ ἀνθρώπου ἑαυτοῦ διαλέγεται, τὸ δὲ «Οὔτε ἐμὲ οἴδατε οὔτε «τὸν πατέρα μου» περὶ τῆς θεότητος· τοῦ μὲν γὰρ «Κἀμὲ οἴδατε καὶ «οἴδατε πόθεν εἰμί» ταῦτα προτέτακται· «Ἔλεγον οὖν τινες ἐκ τῶν «Ἱεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; καὶ ἴδε «παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν. μήποτε ἀληθῶς ἔγνωσαν «οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χριστός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν «ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν»· 19.2.8 τοῦ δὲ «Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου» ταῦτα «Εἶπαν οὖν «αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ «ἔστιν ἀληθής. ἀπεκρίθη † ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Κἂν ἐγὼ «μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα 19.2.9