In Ruth
ΡΟΥΘ. 12.989 Καὶ ὄνομα τῇ δευτέρᾳ Ῥούθ. Ῥοὺθ τύπον φέρει τῶν ἐθνῶν· ἥτις κατέλιπε τὰ πάτρια, καὶ ἡνώθη τῇ Ἰσραηλιτικῇ ἕξει. Ζητητέον δὲ πῶς, τοῦ νόμου ἀπαγορεύοντος μὴ εἰσελθεῖν Μοαβίτην εἰς Ἐκκλησίαν Θεοῦ, ἡ Ῥοὺς Μοαβίτις οὖσα εἰσῆλθε. Καὶ τοῦτο ζητῶν χρῆσαι τῷ· "∆ικαίω δὲ νόμος οὐ κεῖται, ἀλλὰ ἀδίκοις καὶ ἀνυποτάκτοις."