Fragmenta in epistulam ad Romanos (in catenis) 470 Rο+m1,1 Προέταξε τὸ Παῦλος, μηδὲ διαίρειν στόμα ἄνευ τοῦ μεμνῆσθαι τῆς δεσποτικῆς εὐεργεσίας βουλόμ

 διακονίας μὲν τῆς ἐμῆς, τῆς δὲ ὑπουργίας τῆς ὑμετέρας· ἵνα γὰρ μὴ 472 ἀκούσαντες ὅτι χαρίσματος ἔτι εἰσὶν ἐνδεεῖς, καὶ ὅτι δέονται στηριχθῆναι, ἔτι δυ

 καρποφορία. ἀλλ' οὕτω μὲν ταῦτα. Ἔστι δὲ καὶ μὴ καθ' ὑπερβατὸν τὸ χωρίον ἐκλαβομένους, ἀλλ' ὡς ἔχει τάξεως, παρειληφότας τοιοῦτον ἐν αὐτῷ θηρᾶσαι τὸν

 ζωὴ ἀληθινὴ τῷ δικαίῳ τὸ θάλλειν καὶ ἀναζῆν ἐν τῇ κτήσει τῶν ἀρετῶν, ὁ δίκαιος, φησίν, ἤτοι ὁ σπουδαῖος ἐκ πίστεως ζήσεται τὴν κατὰ τὰς ἀρετὰς ζωήν· ζ

 ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ τοσούτων ἀγαθῶν ἡμῖν προξενοῦν. Τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, καλυπτόντων, γνώμης πονηρίᾳ ἐπισκοτιζόντ

 ἧς οὐκ ἔστιν οὐδ' ἄξιον ὄνομα εὐπορῆσαι. ἀλλ' ὅτι μὲν ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ ἀΐδιος τοῦ θεοῦ δύναμις καὶ θειότης καθορᾶται, καὶ ὅτι γνόντες τὸν

 τὰ παράνομα καὶ συνέτρεχον τοῖς πράττουσιν, καὶ ἐπειδ' ἄν τις ἁλοὺς ὑπό τινος ἐπὶ κρίσιν ἤγετο, αὐτοὶ ἐκαθέζοντο καὶ κατέκρινον ἐκεῖνον οὗ τὰ ἴσα αὐτο

 διὸ καὶ μείζονος ἄξιοι ἀποδοχῆς, καὶ μείζονα τὸν ἔλεγχον κατὰ τῶν μετὰ νόμου ἁμαρτανόντων ἐπάγονται. εἶτα ἐπειδὴ οὐ πάντες οἱ χωρὶς νόμου ἀγαθοεργοῦσι

 νόμον εἶπον ἀλλὰ τὰ δικαιοῦντα μόνα, ἅμα σοφῶς ὑπεμφαίνων ὅτι οὐ πάντα τὰ ἐν τῷ νόμῳ ἦσαν δικαιοῦντα, ἀλλὰ τὰ μὲν δικαιώματα ἦσαν καὶ ἐδικαίουν ὅσα συ

 δικαιοσύνης αὐτοῦ σαυτὸν ἔλεγες αἴτιον; τοῦτο γὰρ οἶμαι δηλοῦν αὐτὸν διὰ τοῦ εἰπεῖν· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; ἀντὶ τοῦ πῶς αὐτὸν δίκαιον ἔλε

 παραβαίνοντες, κἄν τε τῶν ἀκροβύστων εἶεν, κἄν τε τῶν ἐνπεριτόμων, τὴν ὁμοίαν τιμωρίαν ἑαυτοῖς ἐπισπάσονται. ὥστε οὐ μάχεται τὸ οὐδὲν προεχόμεθα καὶ τ

 σάρκα ἐν ὑπερβατῷ κεῖται. ἡ δὲ κατὰ φύσιν ἀλλὰ μὴ κατὰ σχῆμα ἑρμηνεία τοῦ λόγου· τί οὖν ἐροῦμεν Ἀβραὰμ εὑρηκέναι τὸν κατὰ σάρκα ἡμῶν πατέρα; πρὸς Ἰουδ

 κοινὸς ἐπιγνωσθῇ καὶ ἀνακηρυχθῇ πατήρ· τῶν μὲν ἀκροβύστων ὡς ἐν τῇ ἀκροβυστίᾳ καὶ πιστεύσας καὶ δικαιωθείς, τῶν δὲ ἐμπεριτόμων ὡς καὶ αὐτὸς περιτμηθεὶ

 πεφανέρωται καὶ ἑξῆς, καὶ δεῖ ἐπισκοπεῖν. δυνατὸν δὲ ταῦτα καὶ ἄλλαις ἐπιβολαῖς διασαφῆσαι, ὡς εἴρηται ἐν τῷ πλάτει. Rο+m4,17 Κατέναντι· ἐναντίον, ἐνώ

 γὰρ μυριάκις ἀποθάνοι, οὐ μέγα εἰσήνεγκεν· ὑπὲρ γὰρ εὐεργέτου, ὑπὲρ ἐραστοῦ, ἀλλ' οὐχ ὑπὲρ ἐχθρῶν καὶ πολεμίων ὡς ἐκεῖνος ἔπαθεν, καὶ ἡμῶν ἕκαστος πάσ

 περιθέμενοι. οὐ χρὴ τοιγαροῦν ἐν δισταγμῷ τὴν ἐλπίδα τῶν ἐπηγγελμένων ἔχειν, ἀλλὰ βεβαίαν καὶ ὡς παρόντων τῶν ἀγαθῶν, οὕτω καὶ χαίρειν καὶ δοξάζειν τὸ

 μήν γε νόμον εἰσαχθέντα ῥητῶς παραβαίνοντες. καὶ οἱ μὲν μέχρι Μωϋσέως οὕτως ἡμάρτανον, ἀπὸ δὲ Μωϋσέως μέχρι τῆς παρουσίας Χριστοῦ καθ' ὁμοιότητα τῆς τ

 ἀπόστολος ἐν τούτοις, ἀλλὰ σαφῶς λίαν καὶ διηκριβωμένως ἀλληλουχεῖ καὶ ἐντάττει τῶν κεφαλαίων τὴν δύναμιν. ἔστιν 499 οὖν τὸ μὲν ἀλλ' οὐχ ὡς τὸ παράπτω

 ὁ ἐν ταῖς ἁμαρτίαις παλαιωθείς. οὗτος οὖν βαπτιζομένων ἡμῶν συσταυροῦται Χριστῷ καὶ ἀποθνήσκει, καὶ ἀνερχόμεθα ἀπὸ τοῦ βαπτίσματος καινοὶ καὶ πρόσφατο

 ἀλγυνόμενοι καὶ ἄκοντές τι πράττομεν, τὸ τῆς τυραννίδος καὶ δουλείας ὄνομα τιθέναι. οὕτω γοῦν καὶ ὁ Παῦλός φησιν ὅτι κατ' ἄνθρωπον λέγω τὸ ἐδουλώθητε

 ἀπατήσασα, ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν ἀπέκτεινέ με. ἔστιν οὖν ἡ ἀπάτη αἰτία τῆς ἐπιθυμίας, ἡ δὲ ἐπιθυμία τοῦ θανάτου· τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς

 ἀλλ' ὁ κρατηθεὶς καὶ κυριευθεὶς ὑπὸ τῆς ἁμαρτίας. αὐτὸς δὲ ἐμφαντικώτερόν φησιν· ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· ὥσπερ γὰρ ὁ τὴν οἰκίαν ἐνοικῶν ἐκεῖνο

 ἐπιτίθεται τὸ κακόν. συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ· ὥστε κατὰ τοῦτο συμφωνεῖ μοι καὶ τρόπον τινὰ συμμαχεῖ, εἰ καὶ ἀσθενῶς ἔχει βοηθῆσαι· ἀντιστρατευο

 οὕτω λέγων· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς καὶ ἑξῆς. αὐτὸς δὲ ἐπειδὴ κοινὰ οἶδε τὰ τῆς εἰς ἡμᾶς οἰκονομίας ἔργα τοῦ Χριστοῦ, τὸ πνεῦμά φησι συμμαρτυρεῖ

 λόγων ἀποροῦμεν, μή τί γε ἔργων ἀμοιβῆς· τοσαύτη ἐστὶν ἄφατος αὐτοῦ ἡ περὶ ἡμᾶς χάρις. εἶτα ὥσπερ πόρισμα λαβὼν ἐντεῦθέν φησιν· εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τ

 τὸ ἀγαπᾶν τὸν Χριστὸν οὕτως ὥστε μήτε διὰ κολάσεως μήτε δι' ὑποσχέσεως πάσης ἀφίστασθαι τῆς ἀγάπης αὐτοῦ, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον οὕτως ὥστε τὴν σωτ

 εἶτα ἑξῆς λέγει καὶ τὰς αἰτίας. Αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι. αὐτὸς ἐγώ· οὐχ ἑτέρους, φησίν, ὑμῶν προτιμῶμαι εἰς τὸ προσελθεῖν τῷ Χριστῷ, ἀλλ' οὐδὲ ἐμὲ αὐτ

 πλασμάτων καὶ δούλων, μὴ τὰς αἰτίας ἀπαιτεῖν τὸν δημιουργὸν καὶ δεσπότην, ἀλλ' ἐπὶ πᾶσι τοῖς γινομένοις εὐχαριστεῖν αὐτῷ, κἂν οὐ κατείληφε τοὺς λόγους

 κοινὸν ὑπάρχον τοῖς ὁπωσδήποτε δημιουργοῖς λίαν ἐστὶν ἄτοπον καὶ ἀσεβὲς ἀφαιρεῖν ἀπ' αὐτοῦ. τί οὖν ἐστι τοῦτο; οὐδὲν τῶν δημιουργημάτων τὸν οἰκεῖον δη

 ἔργων; Λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ. ὁ μὲν Μωϋσαϊκὸς νόμος ἐδόθη προδιατυποῦντος θεοῦ καὶ προδιαγράφοντος τὸν τῆς χάριτος, τὸν δὲ εὐ

 τῶν πραγμάτων δείκνυσιν. Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην. ἀπαιτεῖς λόγους, διὰ τί εἰς σπέρμα Ἀβραὰμ οἱ οὐκ ἐκ περιτομῆς λογίζονται, φησίν· διὰ τί

 ματαιοπονοῦντος λαβεῖν δι' ἔργων ὃ προῖκα παρέσχεν ἡ χάρις. Ἢ οὕτως· εἰ χάριτι, φησίν, οὐκέτι ἐξ ἔργων, ἐπεὶ εἰ συγχωρηθῇ τὸ ἐξ ἔργων, ἀνῄρηται ἡ χάρι

 ἀγωνίζεσθαι· εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καὶ ἑξῆς, τοῦτ' ἔστιν εἰ καὶ τούτων ἐλλειπόντων ὅμως κατηλλάγη ὁ θεὸς τῷ κόσμῳ, καὶ τὸ μεσότοιχον ἤρθη τῆς παλαιᾶς

 αὐτὸς ὅμως εὐεργετῶν καὶ ἐλεῶν οὐ διαλιμπάνει. καὶ δῆλον ἐκ τοῦ καὶ τότε ἐλεεῖσθαι τοὺς Ἰουδαίους ἀπειθούντων τῶν ἐθνῶν, καὶ νῦν ἐλεεῖσθαι τὰ ἔθνη ἀπε

 παραδεδομένης ἡμῖν ἀπὸ τοῦ νόμου διδασκαλίας, διὰ τοῦτο ἐπάγει· ἀλλὰ μεταμορφοῦσθε, τοῦτ' ἔστιν ὅτι δεῖ ὑμᾶς κατὰ τὸ θέλημα τοῦ θεοῦ πολιτεύεσθαι. πολ

 τοιαῦτα, ἀπειρίαν αὐτὸν τῶν τοιούτων ἔχειν ἐξ ὧν οὐδ' αὐτοὶ συνίσασιν, ὑπολαμβάνουσιν. εἰ δ' αὖ πάλιν τούτοις διὰ παντὸς ἐχρῆτο, ὁ ἀποστολικὸς χαρακτὴ

 κἀντεῦθεν, φησίν, ὑποτασσόμενος, οὐ μόνον ὅτι ἐντολὴν πληροῖς, ἀλλ' ὅτι καὶ τὸν θεὸν τιμᾷς, τιμῶν τὴν ὑπ' αὐτοῦ τεταγμένην ἐξουσίαν καὶ τὸν ταύτην χει

 καὶ διὰ τοῦτο μάλιστα· διὰ ποῖον; εἰδότες τὸν καιρόν, ὅτι συντέτμηται ὁ τῆς ζωῆς ἡμῶν χρόνος, καὶ δεῖ ἡμᾶς εἰ καὶ ἐκαθεύδομεν μηδὲν πράττοντες, ὡς ἐξ

 ἡμέραν κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ. τοῦτο φανερὸν ἐκ τοῦ προειρημένου ἡμῖν ὅτι τοῦτο λέγει, ὅτι ὁ κρίνων καὶ λογιζόμενος

 τοῦτο τὸ μὴ βλασφημεῖσθαι τὸ ἀγαθὸν ὑμῶν, ἱκανόν ἐστιν εἰς τὸ πεῖσαι ὑμᾶς, τὴν ἔριν εἰς ἀγάπην καὶ ὁμόνοιαν διαλῦσαι· οὐ γάρ ἐστι τούτῳ παρορᾶν τὰ τῆς

 πᾶσάν τε τὴν οἰκουμένην πληρώσας διὰ τῶν πιστῶν. Rο+m15,13 Ὁ δὲ θεὸς τῆς ἐλπίδος. ἐλπίδος ἐστί, φησί, θεὸς ὁ θεὸς ἡμῶν, ὥστε καλῶς ἐπεύχομαι ὑμᾶς· ἐλπ

 καὶ ὡς ὁ Πέτρος φησὶν ὅτι αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος· καὶ ὅτι τὴν κρίσιν πᾶσαν ὁ υἱὸς ἔχει· καὶ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπ

 

Fragmenta in epistulam ad Romanos (in catenis) 470 Rο+m1,1 Προέταξε τὸ Παῦλος, μηδὲ διαίρειν στόμα ἄνευ τοῦ μεμνῆσθαι τῆς δεσποτικῆς εὐεργεσίας βουλόμενος, οἷον· Παῦλος, φησίν, ὁ καὶ αὐτὴν τὴν κλῆσιν ἐξ εὐεργεσίας, ἐκ χάριτος, ἐκ φιλοτιμίας ἔχων δεσποτικῆς· Παῦλος, ὁ πάντα φέρων ἀπὸ τοῦ Χριστοῦ, τὴν κλῆσιν, τὴν χάριν, τὴν πολιτείαν. ∆οῦλος· αὐτῷ γὰρ ὅλος πέπραμαι, ἐλευθερωθεὶς ἀπὸ τοῦ νόμου καὶ τῆς ἁμαρτίας. δοῦλος· τοῦτό μου τὸ ἀξίωμα, ἀπὸ τούτου βούλομαι πᾶσι γνωρίζεσθαι. οἱ μὲν ἐν κόσμῳ ἀναστρεφόμενοι ἀπὸ τῶν ἐν κόσμῳ ἀξιωμάτων δηλοῦσθαι βούλονται, ὑπάτους ἑαυτοὺς καὶ στρατηγοὺς ἀναγράφοντες, Παύλῳ δὲ ἀρκεῖ εἰς μέγεθος ἀξιώματος τὸ δοῦλος εἶναι Χριστοῦ. Rο+m1,2 Εὐαγγέλιον θεοῦ, ὅτι θεὸν εὐηγγελίζετο· θεὸς γὰρ ὁ Χριστὸς ὃν ὁ Παῦλος εὐηγγελίζετο. μᾶλλον δὲ θεοῦ τοῦ πατρὸς λέγει· οὗτος γὰρ διὰ τῶν προφητῶν αὐτοῦ περὶ τοῦ ἀληθῶς υἱοῦ αὐτοῦ ἐλάλησεν. Rο+m1,3-5 Ἀναστάσεως δέ φησιν, ἧς ἀνέστη ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός. οὐκ εἶπεν περὶ υἱοῦ αὐτοῦ, ἀλλὰ τοῦ υἱοῦ αὐτοῦ, τὸν φύσει καὶ ἕνα καὶ κυρίως υἱὸν καὶ μονογενῆ δηλῶν. Τοῦ ὁρισθέντος, ἐπιγνωσθέντος, εἰς γνῶσιν ἀνθρώποις ἐλθόντος· εἰώθαμεν γὰρ δι' ὁρισμῶν τινων ἐπιγινώσκειν ἃ βεβαίως καὶ οὐκ ἐν δισταγμῷ ἐπιστάμεθα. εἶτα πῶς οὖν ὡρίσθη; πῶς εἰς γνῶσιν ἧκεν; ἐκ προφητικῶν χρησμῶν, ἐκ τῶν δυνάμεων ἃς ἐπετέλει, ἐκ τοῦ πνεύματος τοῦ ἁγίου ὃ παρεῖχεν τοῖς εἰς αὐτὸν πεπιστευκόσιν, ἐκ τοῦ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· τούτων γὰρ ἡ συνδρομὴ διορίζει αὐτὸν ἐκ τῶν ἄλλων ἁπάντων τῶν κατὰ χάριν κληθέντων υἱῶν, καὶ δείκνυσιν αὐτὸν καὶ διδάσκει πάντας αὐτὸν εἶναι τὸν ἀληθῆ καὶ φύσει υἱὸν τοῦ θεοῦ καὶ θεόν. ὅθεν δυνάμεθα καὶ κατ' εὐθείαν ταῦτα συνείραντες, τό τε ἐξαίρετον τῆς υἱότητος αὐτοῦ καὶ ἀκοινώνητον παραστῆσαι καὶ τὴν 471 περὶ αὐτοῦ γνῶσιν σαφῆ τοῖς πιστοῖς παρασχέσθαι, οἷον λέγοντες· Χριστός ἐστιν ὁ διὰ τῶν προφητῶν μὲν προκηρυχθείς, γενόμενος δὲ κατὰ σάρκα ἐκ σπέρματος ∆αυίδ, δυνάμεσι δὲ καὶ πνεύματος ἁγίου χορηγίᾳ τὸ τῶν ἀνθρώπων γένος εὐεργετῶν καὶ διὰ τῆς οἰκείας ἀναστάσεως θάνατον νεκρώσας καὶ συναναστήσας τοὺς ἀπ' αἰῶνος νεκρούς· οὗτός ἐστιν ὁ Χριστός, οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὡς ἔστιν ἐν ἀφορισμῷ καὶ συνόψει εἰπεῖν. πρόσθες εἰ βούλει πρὸς ἐξάπλωσιν σαφεστέραν, δι' οὗ καὶ Παῦλος ἔλαβε χάριν ἀποστολῆς, εἰς τὸ πεῖσαι τὰ βάρβαρα ἔθνη καὶ παρασκευάσαι ὑπακοῦσαι τῇ πίστει τῇ εἰς τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦτ' ἔστι πιστεῦσαι εἰς αὐτὸν καὶ λατρεύειν αὐτῷ ὡς ἀληθινῷ θεῷ καὶ υἱῷ θεοῦ. Rο+m1,5-7 Χάριν καὶ ἀποστολὴν ἀντὶ τοῦ χάριν εἰς ἀποστολήν. ἔστι δὲ παρὰ πολλοῖς τὸ τοιοῦτον σχῆμα τοῦ λόγου, καὶ μάλιστα παρὰ τῇ θεοπνεύστῳ γραφῇ ὡς ἐπίπαν ὁ καὶ παρέλκει. Εἰς ὑπακοὴν πίστεως. ἡ πίστις εἰς τὸ ὄνομα αὐτοῦ γέγονεν· αὐτὸν γὰρ τὰ ἔθνη οὐκ ἐθεάσατο, ἀλλὰ μόνου κηρυττομένου τοῦ ὀνόματος ἐκεῖνοι ἐπίστευον. ὄντως πλήρης ἦν χάριτος ἡ ἀποστολὴ τῶν μαθητῶν, ὅτι ἔπεισαν ὑπακοῦσαι καὶ πιστεῦσαι τὰ ἔθνη τῷ Χριστῷ, καὶ τό τε ἄνθρωποι καὶ ἁλιεῖς καὶ ἀγράμματοι. Πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς. ἐξ αὐτῆς τῆς προσφωνήσεως ταπεινοφρονεῖν αὐτοὺς προοιμιάζεται· εἰπὼν γὰρ πᾶσι καὶ μὴ μερίσας εἰς ἄρχοντας καὶ ἀρχομένους, δούλους καὶ ἐλευθέρους, ὁμοτίμους ἀλλήλους ἡγεῖσθαι λεληθότως συμβουλεύει. εἶτα, ἵνα μὴ εἴπωσιν· τί οὖν; πάντας ὁμοτίμους ἡγῇ, καὶ ἀγαθοὺς καὶ φαύλους, καὶ πιστοὺς καὶ ἀπίστους; ἐπισυνῆψε· κλητοῖς ἁγίοις· ἅπαντες γὰρ αὐτῷ οἱ ἅγιοι ὁμότιμοι, καὶ διαστολὴ οὐκ ἔστιν ἐν αὐτοῖς. Κλητοῖς. πόθεν ἐκλήθητε; ἐκ ποίων πόνων; ἐκ ποίων κατορθωμάτων; πόθεν ἐστὲ ἅγιοι; ἀλλ' ἢ ἐκ μόνης τῆς ἀγάπης θεοῦ· αὐτὸς γὰρ δωρεὰν ἀγαπήσας ἡμᾶς, καὶ τὸ αἷμα αὐτοῦ ὑπὲρ ἡμῶν ἐκχέας, ἐκάλεσεν ἡμᾶς εἰς ἁγιασμὸν καὶ κληρονομίαν τῆς βασιλείας αὐτοῦ. ἁγίους δὲ τοὺς πιστοὺς καλεῖ πάντας. Rο+m1,11-12 Τὸ μεταδοῦναι ὑμῖν χάρισμα οὐκ ἔστιν ἐμὸν μόνον, ἀλλὰ τῆς