Fragmentum synodicae epistulae
FRAGMENTUM SYNODICAE EPISTOLAE,QUAM SCRIPSITPOLYCRATES EPHESINUS EPISCOPUS,AD VICTOREM ROMANAEQUE URBIS
ECCLESIAM,FERME EXEUNTE SAECULO SECUNDO.
ἩΜΕΙΣ οὖν ἀραδιούργητον ἄγομεν τὴν ἡμέραν· μήτε προστιθέντες, μήτε ἀφαιρούμενοι. καὶ γὰρ καὶ κατὰ τὴν Ἀσίαν μεγάλα στοιχεῖα κεκοίμηται· ἅ τινα ἀναστήσεται τῇ ἡμέρᾳ τῆς παρουσίας τοῦ Κυρίου, ἐν ᾗ ἔρχεται μετὰ δόξης ἐξ οὐρανῶν, καὶ ἀναστήσει πάντας τοὺς ἁγίους· Φίλιππον τὸν τῶν δώδεκα ἀποστόλων, ὃς κεκοίμηται 14 ἐν Ἱεραπόλει, καὶ δύο θυγατέρες αὐτοῦ γεγηρακυῖαι παρθένοι· καὶ ἡ ἑτέρα αὐτοῦ θυγάτηρ ἐν ἁγίῳ πνεύματι πολιτευσαμένη, ἣ ἐν Ἐφέσῳ ἀναπαύεται· ἔτι δὲ καὶ Ἰωάννης ὁ ἐπὶ τὸ στῆθος τοῦ Κυρίου ἀναπεσών· ὃς ἐγενήθη ἱερεὺς τὸ πέταλον πεφορεκὼς, καὶ μάρτυς καὶ διδάσκαλος· οὗτος ἐν Ἐφέσῳ κεκοίμηται. ἔτι δὲ καὶ Πολύκαρπος ἐν Σμύρνῃ καὶ ἐπίσκοπος καὶ μάρτυς· καὶ Θρασέας καὶ ἐπίσκοπος καὶ μάρτυς ἀπὸ Εὐμενείας, ὃς ἐν Σμύρνῃ κεκοίμηται. τί δὲ δεῖ λέγειν Σάγαριν ἐπίσκοπον καὶ μάρτυρα, ὃς ἐν Λαοδικείᾳ κεκοίμηται; ἔτι δὲ καὶ Παπείριον τὸν μακάριον, καὶ Μελίτωνα τὸν εὐνοῦχον, τὸν ἐν ἁγίῳ πνεύ15 ματι πάντα πολιτευσάμενον· ὃς κεῖται ἐν Σάρδεσι περιμένων τὴν ἀπὸ τῶν οὐρανῶν ἐπισκοπὴν, ἐν ᾗ ἐκ νεκρῶν ἀναστήσεται. οὗτοι πάντες ἐτήρησαν τὴν ἡμέραν τῆς τεσσαρεσκαιδεκάτης τοῦ πάσχα κατὰ τὸ εὐαγγέλιον· μηδὲν παρεκβαίνοντες, ἀλλὰ κατὰ τὸν κανόνα τῆς πίστεως ἀκολουθοῦντες· ἔτι δὲ κᾀγὼ ὁ μικρότερος πάντων ὑμῶν Πολυκράτης, κατὰ παράδοσιν τῶν συγγενῶν μου, οἷς καὶ παρηκολούθησα τισὶν αὐτῶν. ἑπτὰ μὲν ἦσαν συγγενεῖς μου ἐπίσκοποι, ἐγὼ δὲ ὄγδοος· καὶ πάντοτε τὴν ἡμέραν ἤγαγον οἱ συγγενεῖς μου, ὅταν ὁ λαὸς ἤρνυε τὴν ζύμην. ἐγὼ οὖν, ἀδελφοὶ, ἑξήκοντα πέντε ἔτη ἔχων ἐν Κυρίῳ· καὶ συμβεβληκὼς τοῖς ἀπὸ 16 τῆς οἰκουμένης ἀδελφοῖς· καὶ πᾶσαν ἁγίαν γραφὴν διεληλυθὼς, οὐ πτύρομαι ἐπὶ τοῖς καταπλησσομένοις. οἱ γὰρ ἐμοῦ μείζονες εἰρήκασι, πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Ἐδυνάμην δὲ τῶν ἐπισκόπων τῶν συμπαρόντων μνημονεῦσαι, οὓς ὑμεῖς ἠξιώσατε μετακληθῆναι ὑπ' ἐμοῦ, καὶ μετεκαλεσάμην· ὧν τὰ ὀνόματα ἐὰν γράφω, πολλὰ πλήθη εἰσίν. οἱ δὲ ἰδόντες τὸν μικρόν μου ἄνθρωπον, συνηυδόκησαν τῇ ἐπιστολῇ· εἰδότες ὅτι εἰκῆ πολιὰς οὐκ ἤνεγκα, ἀλλὰ ἐν Κυρίῳ Ἰησοῦ πάντοτε πεπολίτευμαι. αττυλιτ ηαεξ ευσεβιυς λιβ. ῃ. ηιστ. ξαπ. 24.