Fragmenta in epistulam ad Philippenses (in catenis)
Phil: Prolog
̓Εν ταύτῃ τῇ ἐπιστολῇ κληρικοῖς γράφει οὐ λαϊκοῖς· δι' οπερ οὐδὲ πλειόνων ἐδεήθη ἠδικῶν, σπουδὴ δὲ αὐτῷ διὰ τῆς ἐπιστολῆς τὸ τῆς ταπεινοφροσύνης κατορθωθῆναι ἐν αὐτοῖς. δι' αὐτῆς δὲ τῆς παραινέσεως δείκνυσιν αὐτῶν τὸ ἀκριβὲς τοῦ αλλου βίου. σπανίως γάρ τις καὶ ἁμαρτάνει καὶ φυσιοῦται· τὸ γὰρ τῆς φυσιώσεως απτεται τῶν κάλλιστα βιούντων καὶ ὑπ' αὐτοῦ τούτου ὡς τὰ πολλὰ ἐπαιρομένων. Phil 1,7 Πανταχοῦ καὶ διὰ πάντων δείκνυται οὐκ ἀνόνητά μου τὰ παθήματα οὐδὲ αἱ ἀπολογίαι. ἀπὸ τῆς ὑμετέρας πίστεως ἀπόδειξιν ποιοῦμαι τὴν ὑμετέραν ενστασιν. ἐάν τε γὰρ ἀπολογοῦμαι ἐγκαλούμενος διὰ τοὺς πιστεύοντας ων καὶ ὑμεῖς ἐστε, ἐάν τε βεβαιοῦν βούλομαι τὸ εὐαγγέλιόν τισιν, ἀπὸ τῆς ὑμετέρας ἐνστάσεως· ἐάν τε δεικνύναι οτι οὐκ ἀνονήτως ὑπομένω δεσμούς, ἀπὸ τῆς ὑμετέρας πίστεως. Phil 2,7 Καὶ σχήματι εὑρεθεὶς ὡς ανθρωπος. τὸ ὡς οὐχ ὁμοιώσεώς ἐστιν ἀλλ' ἐπιτάσεως, οιόν ἐστι τὸ ὡς ἀγαθὸς ὁ θεὸς τῷ ̓Ισραήλ, καὶ ὡς ἠγάπησα τὸν νόμον σου, κύριε, ἀντὶ τοῦ πάνυ ἠγάπησα. Phil 2,16 ̓Αντὶ τοῦ προσέχοντες τῷ λόγῳ τῆς ζωῆς. καὶ τῷ Τιμοθέῳ δὲ γράφει· επεχε σεαυτῷ, ἀντὶ τοῦ πρόσεχε σεαυτῷ. Phil 3,8a Εἰ διὰ τὸν Χριστὸν ζημίαν ἡγεῖται, οὐκ ην κακά· ην γὰρ κέρδη. καὶ ηγημαι ειπεν· οὐ γὰρ ην ζημία, ἀλλὰ κατὰ παράθεσιν τῆς ὑπερβολῆς τῶν κρειττόνων ἡγεῖται ζημίαν. 314 Phil 3,8b Τὸ σκύβαλον μέρος ἐστι καλάμης, ἡ δὲ καλάμη καὶ ὁ στάχυς ποτὲ ἀπὸ τοῦ σπόρου. τοῦτο ουν τὰ σκύβαλον ποτὲ χρησιμώτατον εἰς τὸ τεχθῆναι τὸν σπόρον. ωσπερ γὰρ ἀπὸ σπόρου ῥίζα καὶ καλάμη καὶ στάχυς, ουτως ἀπὸ τῆς πίστεως τοῦ ̓Αβραὰμ ὡσπερεὶ ἀπὸ σπόρου ἡ ἀπὸ τῶν ἐν νόμῳ, καὶ ἡ καλάμη τῶν προφητῶν καὶ ὁ στάχυς ηδη τὸν Χριστὸν ἐν τῷ κρυπτῷ προκαταγγέλλων. ὁ δὲ τούτων θερισμὸς καὶ ὁ ἁλοητὸς ἐν τῇ πρώτῃ παρουσίᾳ τοῦ σωτῆρος, ου τὸ πτύον ἐν τῇ χειρὶ καὶ διακαθαριεῖ τὴν αλωνα. οτε λοιπὸν ἐπαύσατο μὲν ἡ καλάμη τοῦ νόμου, ωσπερ δὲ σκύβαλον ἐχωρίσθη περιτομή, σαββάτων τήρησις καὶ τῶν αλλων, καὶ καθαρὸς ὁ τῆς πίστεως σῖτος ὁ ἐναποκεκρυμμένος τῇ προφητικῇ καλάμῃ ἀπετέθη ταῖς ἀποθήκαις τοῦ κοινοῦ δεσπότου. τοῦτο ουν τὸ τοῦ σκυβάλου ονομα δείκνυσιν οἰκεῖον τὸν νόμον· καὶ ωσπερ ανευ τοῦ σκυβάλου οὐχ οιόν τε ην γενέσθαι σπόρον, ουτως οὐδὲ ανευ τοῦ νόμου τὸ τέλειον τῆς χάριτος κατορθωθῆναι. Phil 3,13 Τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, οὐχ ὡς κακά, ἀλλ' ο λέγει τοιοῦτόν ἐστιν· οὐκ ἀσχολοῦμαι εἰς τὸ ἀναμιμνήσκεσθαι τοὺς ἀγῶνάς μου τοὺς παρελθόντας, ἀλλ' εἰς τὸ μεριμνᾶν, τί κατορθώσω εἰς τὰ ἑξῆς. Phil 4,2 Τινὲς δὲ Εὐοδίαν ειναί φασι τὴν γυναῖκα τοῦ δεσμοφύλακος, Συντύχην δὲ τὸν ανδρα.