1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

1

Haereticarum fabularum compendium

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΑΙΡΕΤΙΚΗΣ

ΚΑΚΟΜΥΘΙΑΣ ΕΠΙΤΟΜΗ.

Τῷ δεσπότῃ τῷ μεγαλοπρεπεστάτῳ καὶ ἐνδοξο τάτῳ, καὶ φιλοχρίστῳ υἱῷ, Σπορακίῳ, Θεοδώ ρητος ἐπίσκοπος Κύρου τῆς Αὐγουστοευφρα τησίας, ἐν Κυρίῳ χαίρειν. Ἀξιέπαινος μὲν ὁ τῆς ὑμετέρας μεγαλοπρεπείας σκοπός. Ποθεῖτε γὰρ μαθεῖν τὰς ἑκατέρωθεν τῆς 83.337 ὁδοῦ τῆς εὐθείας καινοτομηθείσας παρά τινων ἀτρα ποὺς, ὧν τὸ τέλος τῆς ἀπωλείας τὸ βάραθρον. Τὸν δὲ πόθον εἰσεδέξασθε τοῦτον, οὐχ ἵνα κάκιστα διαπλα σθέντων καὶ δυσοδμίαν ἀφιέντων ἐπακούσητε μύθων, ἀλλ' ὅπως τοὺς ἀγνοοῦντας διδάξητε, ποία μὲν ἡ βασίλειος λεωφόρος, ἡ τοῖς ἀποστολικοῖς καὶ προφη τικοῖς ἴχνεσι κοσμουμένη, καὶ τέλος ἔχουσα τῶν οὐρανῶν τὴν βασιλείαν, τίνες δὲ τῶν αἱρετικῶν αἱ τρίβοι, αἱ τὸν ἔσχατον ὄλεθρον τοῖς ἐν αὐταῖς ὁδοι ποροῦσιν ἐπάγουσαι. Ὁ μὲν οὖν σκοπὸς, ὡς ἔφην, ἄριστός τε καὶ ἀξιάγαστος. Εἰδέναι δὲ χρὴ τὴν φιλόθεον ὑμῶν ψυχὴν, ὡς τῶν παλαιῶν αἱρέσεων αἱ πλείους διὰ τὴν θείαν χάριν ἀπέσβησαν, καὶ ἐγένοντο, προφητικῶς εἰπεῖν, "ὡσεὶ χόρτος δω μάτων, ὃς πρὸ τοῦ ἐξανθῆσαι ἐξηράνθη." Καὶ ἴσως ἄν τις ἡμῖν ἐπισκήψαι, τὰς τῷ ζόφῳ τῆς λήθης παραδοθείσας πάλιν εἰς τὸ τῆς μνήμης ἐξάγουσι φῶς. Πρὸς δὲ τούτῳ, καὶ πολὺς τῶν μύθων ὁ λῆρος, καὶ τῆς κατὰ τοῦ Θεοῦ τολμηθείσης βλασφημίας τὸ μέ γεθος ἄῤῥητον γλώσσαις εὐσεβεῖν παιδευθείσαις· τὴν δὲ καὶ νενομοθετημένην παρ' αὐτῶν καὶ πρατ τομένην λαγνείαν, οὐδὲ τῶν ἐν σκηνῇ τις τεθραμμέ νων ἀνάσχοιτ' ἂν ἢ φράσαι, ἢ λεγόντων ἄλλων ἀκοῦ σαι· τοσοῦτον ἀπολείπει καὶ τοὺς ἐπισήμους τῆς ἀσελγείας ἐργάτας. Ἐπειδὴ δὲ τῶν παμμιάρων τούτων δογμάτων τὸ μύσος γυμνούμενον βδελυ ρωτέρους ἀποφαίνει καὶ τοὺς δυσσεβῶς γεγεννηκό τας, καὶ τοὺς ἀνοήτως πεπιστευκότας, ἀναδέξομαι προθύμως τὸν πόνον, ἀφορῶν εἰς τὸ κέρδος. Πειρά σομαι δὲ ὡς ἔνι μάλιστα συντεμεῖν μὲν τὸν τῶν μύ θων ὕθλον, τῶν δὲ βλασφημιῶν τὰς μεγίστας παρα λιπεῖν, καὶ τῶν ἀσελγεστάτων καὶ μιαρωτάτων ὀργίων ὑπερπηδῆσαι τὸ μύσος. Εἰς πέντε δὲ βιβλία διελοῦμεν σὺν Θεῷ φάναι τὴν συγγραφήν. Καὶ τὸ μὲν πρῶτον, τῶν μύθων ἐκείνων τὴν διήγησιν δέξε ται, ὧν οἱ πατέρες δημιουργὸν μὲν ἀνέπλασαν ἕτε ρον, τὴν δὲ μίαν τῶν ὅλων ἀρνηθέντες ἀρχὴν, ἀρχὰς ἑτέρας οὐκ οὔσας ὑπέθεντο, δοκήσει δὲ φανῆναι τὸν Κύριον εἰς ἀνθρώπους ἔφασαν. Τούτων δὲ τῶν δογμά των πρῶτος μὲν εὑρετὴς Σίμων ὁ μάγος ὁ Σαμαρεί της, ἔσχατος δὲ Μάνης ὁ γόης ὁ Πέρσης. Τὸ δὲ δεύτερον, τοὺς τἀναντία τούτοις ἐπιδείξει τεθρησκευ κότας· οἳ μίαν μὲν ἀρχὴν εἶναι τῶν ὅλων συνωμολό γησαν, ψιλὸν δὲ ἄνθρωπον τὸν Κύριον προσηγόρευ σαν. Ταύτης δὲ τῆς αἱρέσεως ἦρξε μὲν Ἐβίων, μέχρι δὲ Μαρκέλλου καὶ Φωτεινοῦ τὰς διαφόρους ἐπινοίας ἐδέξατο. Τὸ δὲ τρίτον τοὺς μεταξὺ τούτων κἀκείνων δηλώσει βεβλαστηκότας, οἳ διαφόρων δογμάτων πα τέρες ἐγένοντο. Ἐν δὲ τῷ τετάρτῳ τὰς νεωτέρας ἐπιδείξομεν αἱρέσεις, τὴν Ἀρείου φημὶ, καὶ Εὐνο μίου, καὶ ὅσαι μετ' ἐκείνας ἐφύησαν, μέχρι ταύτης τῆς ἐσχάτης, ἣν ἀθρόον ὁ ∆εσπότης ἀνέσπασε πρόῤ ῥιζον. Ἐν μὲν οὖν τοῖσδε τοῖς τέτταρσι βιβλίοις, τὴν πολυσχεδῆ τῶν αἱρέσεων γυμνώσομεν πλάνην. Ἵνα δὲ καὶ τῶν ἀναγνωσομένων τὰς γλώττας, καὶ 83.340 τῶν ἀκουσομένων τὰς ἀκοὰς ἀποτρίψωμεν, καὶ τῆς λοιμώδους