1
Interpretatio in Psalmos
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ.
ΠΡΟΘΕΩΡΙΑ.
Ἐμοὶ μὲν πρὸ τῶν ἄλλων θείων λογίων καταθύ μιον ἦν τοῦ μεγάλου ∆αβὶδ ἑρμηνεῦσαι τὴν προφη τείαν· ἐπειδὴ καὶ τῆς εὐσεβείας οἱ τρόφιμοι, καὶ ἀστοὶ καὶ χωρικοὶ, διαφερόντως ταύτῃ προσ έχειν ἐσπουδάκασιν ἅπαντες. Οὐχ ἥκιστα δὲ οἱ τὸν ἀσκητικὸν ἀσπαζόμενοι βίον νύκτωρ ταύτην καὶ μεθ' ἡμέραν διὰ τῆς γλώττης προφέρουσι· τὸν τῶν ὅλων ὑμνοῦντες Θεὸν, καὶ τὰ τοῦ σώματος κατευνάζοντες πάθη. Τῇ γὰρ ἡδονῇ τῆς μελῳδίας 80.860 τὴν ὠφέλειαν ἡ θεία χάρις κεράσασα, τριπόθητόν τε καὶ ἀξιέραστον τοῖς ἀνθρώποις διδασκαλίαν προ τέθεικε. Καὶ ἔστιν ἰδεῖν τῶν μὲν ἄλλων θείων Γρα φῶν ἢ οὐδαμῶς, ἢ ὀλίγα, τῶν ἀνθρώπων μεμνημέ νους τοὺς πλείστους· τῶν δὲ πνευματικῶν τοῦ θεσ πεσίου ∆αβὶδ κρουμάτων πολλοὺς πολλάκις κἀν ταῖς οἰκίαις, κἀν ταῖς ἀγυιαῖς, κἀν ταῖς ὁδοῖς ἀπο μεμνημένους, καὶ τῇ τοῦ μέλους ἁρμονίᾳ σφᾶς αὐτοὺς καταθέλγοντας, καὶ διὰ ταύτης τῆς θυμηδείας καρπουμένους τὴν ὠφέλειαν. ∆ιὰ ταῦτα μὲν οὖν πρώτην ταύτην ἐβουλόμην ἑρμηνεῦσαι τὴν προφη τείαν, καὶ τὴν ἐν τῷ βυθῷ ὠφέλειαν προθεῖναι τοῖς φρονίμοις ἐμπόροις· ἵν' ᾄδοντες ὁμοῦ καὶ τὴν διάνοιαν τῶν ᾀδομένων ὁρῶντες, διπλοῦν θερίζωνται κέρδος. Ἀλλὰ ταύτην ἡμῶν πέρας λαβεῖν τὴν προ θυμίαν οὐκ εἴασαν οἱ τῶν ἄλλων θείων Γραφῶν παρ' ἡμῶν τὰς ἑρμηνείας αἰτήσαντες. Οἱ μὲν γὰρ τοῦ Ἄσματος τῶν ᾀσμάτων ἐπήγγειλαν τὴν σαφή νειαν, οἱ δὲ τοῦ ἀνδρὸς τῶν ἐπιθυμιῶν ἐπεθύμησαν διαγνῶναι τὴν προφητείαν· ἄλλοι δὲ τοῦ θεσπεσίου Ἰεζεκιὴλ, καὶ ἕτεροι τῶν δώδεκα προφητῶν τὰς τῇ ἀσαφείᾳ κεκρυμμένας προῤῥήσεις σαφεῖς αὐτοῖς γενέσθαι καὶ δήλας ἐζήτησαν. Ἐπειδὴ τοίνυν δέδω κεν ὁ τῶν ὅλων Θεὸς, ὁ σοφίζων τοὺς τυφλοὺς, καὶ ἀποκαλύπτων μυστήρια, ὁ δοὺς στόμα ἀνθρώπῳ, καὶ ποιήσας δύσκωφον καὶ κωφὸν, καὶ βλέποντα καὶ τυφλὸν, τούτων αὐτοῦ τῶν θείων λόγων συμ περάναι τὴν ἑρμηνείαν· φέρε τὴν θείαν ἐπικαλε σάμενοι χάριν, τὴν ἄγουσαν τυφλοὺς, κατὰ τὴν προφητείαν, ἐν ὁδῷ ᾗ οὐκ ᾔδεισαν, καὶ τρίβους, ἃς οὐκ ἐπίσταντο, ὁδεῦσαι παρασκευάζουσαν, καὶ τοῖς πάλαι κωφοῖς τὸ τῶν θείων λογίων ἐπαΐειν παρ έχουσαν, καὶ τοῖς ἐν σκότῳ καὶ ὁμίχλῃ διάγουσιν ὀφθαλμοῖς χορηγοῦσαν τὸ βλέπειν, καὶ τῆσδε τῆς προφητείας κατατολμήσωμεν. Ἀλλὰ μηδεὶς περιτ τὸν ἡμῶν τοῦτον ἡγείσθω τὸν πόνον, τῷ καὶ ἄλλους πρὸ ἡμῶν τήνδε προθεῖναι τὴν ἑρμηνείαν. ∆ιαφόροις γὰρ ἐντυχὼν ὑπομνήμασι, καὶ τοὺς μὲν εἰς ἀλληγο ρίαν μετὰ πολλῆς χωρήσαντας ἀπληστίας εὑρὼν, τοὺς δέ τισιν ἱστορίαις τὴν προφητείαν ἁρμόσαντας, ὡς Ἰουδαίοις μᾶλλον τὴν ἑρμηνείαν συνηγορεῖν, ἢ τοῖς τροφίμοις τῆς πίστεως· πανούργου νενόμικα καὶ τούτων κἀκείνων τὴν ἀμετρίαν φυγεῖν· ὅσα μὲν ταῖς παλαιαῖς προσῆκεν ἱστορίαις, ταύταις ταῦτα προσαρμόσαι καὶ νῦν· τὰς δὲ περὶ τοῦ ∆εσπό του Χριστοῦ προῤῥήσεις, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλη σίας, καὶ τῆς εὐαγγελικῆς πολιτείας, καὶ τῶν ἀπο στολικῶν κηρυγμάτων, μὴ ἑτέροις ἀναθεῖναί τισιν, ὅπερ Ἰουδαίοις φίλον ποιεῖν κακουργίᾳ συζῶσι, καὶ τῆς σφῶν ἀπιστίας ἀπολογίαν ὑφαίνουσιν. Ἱκανὴ 80.861 γὰρ καὶ τῶν πραγμάτων ἡ μαρτυρία ποδηγῆσαι πρὸς τὴν ἀλήθειαν τῆς ἑρμηνείας τοὺς ταύτην ἐφιεμένους εὑρεῖν. Οὗ δὴ χάριν οὐδὲ λίαν ἐπίπονος ἡμῖν ἡ τῆς προῤῥήσεως ἑρμηνεία· δήλην γὰρ ταύ την ποιεῖ τῶν πραγμάτων ἡ θεωρία. Σπουδάσομεν δὲ ὡς οἷόν τε φυγεῖν μὲν τοῦ λόγου τὸ μῆκος, σύντο μον δὲ προθεῖναι τοῖς βουλομένοις τὴν ὠφέλειαν. Πρότερον δέ γε τῶν ψαλμῶν δηλώσαντες τὸν σκοπὸν, οὕτω τῆς