Inventio crucis (epitome prioris libelli)

 τῶν ἀνέμων, καὶ ἀφανεῖς γεγονότας ἐπὶ τοσούτους χρόνους.Μαθὼν δὲ ὁ ἐπίσκοπος ἀφικομένην τὴν βασιλίδα, συναγαγὼν τοὺς τῆς ἐπαρχίας ἐπισκόπους, μετὰ τῆς

 εὐσεβείας.Ἕως ὧδε περὶ τῆς εὑρέσεως τοῦ ζωοποιοῦ σταυροῦ ἡ ἱστορία ἔστω. Καὶ μηδεὶς ἑαυτὸν ἀπατάτω ματαιολογῶν ἀσύμφορα καὶ μυθοποιίας δι' ὀνομάτων πα

 εὐπρεπεστάτη ψυχῶν τε καὶ σω μάτων. Σταυρὸς, εὐεκτούντων ἀδιάπτωτος ὑγίεια. Σταυρὸς, χειμαζομένων λιμὴν εὐδιέστατος. Σταυρὸς, πολεμουμένων εἰρήνη ἀστα

Inventio crucis (epitome prioris libelli)

ΑΛΕΞΑΝ∆ΡΟΥ ΜΟΝΑΧΟΥ ΙΣΤΟΡΙΟΓΡΑΦΟΥ ΙΣΤΟΡΙΚΟΝ ΕΓΚΩΜΙΟΝ ΠΕΡΙ ΤΗΣ ΕΥΡΕΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ.

4077Κατ' ἐκεῖνον τὸν χρόνον ὁ τῆς Αἰλίας ἐπίσκοποςΜακάριος ὁ φερώνυμος

ἦν Ἑρμονᾶν διαδεξάμενος. Ὁ δὲ Μέγας Κωνσταντῖνος μονοκράτωρ γενόμενος πᾶσαν τὴν φροντίδα εἰς τὰ θεῖα μετήνεγκεν. Ἀνοικο ομῶν τὰς ἐκκλησίας, ἐπεὶ φιλοτίμως πλουτῶν [ἦν] ἐκ τοῦ δημοσίου λόγου, ἔν τε χρήμασι καὶ ἀναλώμασι, καὶ παντοίοις κειμηλίοις. Καὶ πρῶτον νόμον ἔγρα ψεν ἀποδίδοσθαι τοὺς τῶν εἰδώλων ναοὺς τοῖς τῷΧριστῷ ἀφιερωμένοις, καὶ τοὺς ἕτι εἰδωλολατροῦν τας, κεφαλικαῖς ἐπιτιμᾶσθαι τιμωρίαις. ∆εύτερον νόμον ἔγραψεν, Χριστιανοὺς μόνους ὀρθοδοξοῦντας στρατεύεσθαι, ἐθνῶν τε καὶ στρατοπέδων τούτους ἄρχειν. Τρίτον νόμον ἔγραψεν, ἀπράκτους εἶναι τὰς πασχαλίας ἑβδομάδας δύο, μίαν πρὸ, καὶ μίαν μετά. Καὶ ἦν λοιπὸν εἰρήνη βαθεῖα, καὶ χαρὰ ἐν ὅλῃ τῇ οἰκουμένῃ, πάντων τῶν ἐθνῶν ὁσημέραι προστρε χόντων τῇ πίστει, καὶ βαπτιζομένων, καὶ ἰδίαις χερσὶ τοὺς πατρῴους θεοὺς συντριβόντων.Ἀλλὰ ταῦτα οὐκ ἦν φορητὰ τῷ ἀλάστορι δαίμονι, ἀλλὰ πάλιν εἰς ἑαυτὸν ἐδραματούργει, πῶς ἂν ἐκκό ψει τὴν τοσαύτην τῶν ἀνθρώπων χαρμονήν. Καὶ πεῖσαι μὲν τοὺς ἀνθρώπους θεοποιεῖσθαι τὴν κτίσιν οὐκέτι οἷός τε ἦν· ἐφωράθη γὰρ ἡ ἀπάτη αὐτοῦ. Τὸν δὲ Κτίστην συντάξαι τοῖς κτίσμασι παραπεῖσαι ἐπει ράθη τοὺς ἀστηρίκτους. Καὶ ἦν πάλιν τάραχος οὐκ ὀλίγος ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, Ἀρείου τινὸς Ἀλεξανδρέως ἄνω καὶ κάτω κυκλοῦντος, καὶ τὴν οἰκουμένην ταράττοντος. Συναπήχθησαν δὲ αὐτῷ ἐπίσκοποί τινες ὀλίγοι τὸν ἀριθμὸν, ὧν πρῶτος Εὐ σέβιος ὁ Νικομηδείας, καὶ Εὐσέβιος ὁ Παμφίλου, καὶ ἕτεροι σὺν αὐτοῖς. Θεωρῶν δὲ τὴν μεγάλην φιλο νεικίαν ὁ Μέγας Κωνσταντῖνος, ἠνιᾶτο τὴν ψυχήν· καὶ πρῶτον μὲν ἐπειρᾶτο διὰ παραινετικῶν γραμμά των τῶν ἑκατέρων μερῶν κατασβέσαι τὴν ἔριν. Ὡς δὲ ἴδεν ἀνήκεστον γινόμενον τὸ κακὸν, προσέταξε γενέσθαι οἰκουμενικὴν σύνοδον ἐν τῇ Νικαέων πόλει, καὶ συνῆλθον ἐπίσκοποι τὸν ἀριθμὸν τριακόσιοι δέκα καὶ ὀκτώ. Ὧν οἱ πλεῖστοι ἦσαν ὁμολογηταὶ, τὰ στί γματα τοῦ Ἰησοῦ ἐν τῷ σώματι βαστάζοντες. Ἦν δὲ σὺν αὐτοῖς καὶ ὁ πανεύφημος Κωνσταντῖνος, καὶ δὴ τῆς ὑποθέσεως κινηθείσης, ἔκθεσιν πίστεως ἔγ γραφον ἐξήνεγκαν, τὴν κατὰ πᾶσαν Ἐκκλησίαν ὀρθοδόξων νῦν ἀπαγγελλομένην. Τοὺς δὲ περὶ Ἄρειον καὶ Εὐσέβιον τὸν Νικομηδέα ἐπιμένοντας τῇ κακοδοξίᾳ ἀνεκήρυξαν, καὶ ἐξωρίσθησαν, καὶ ἐχειροτονήθησαν ἕτεροι ἀντ' αὐτῶν. Φιλοτιμησάμενος δὲ ὁ βασιλεὺς τοὺς ἐπισκόπους, καὶ ἀσπασάμενος ἀπέλυσε μετ' εἰρήνης εἰς τὰς ἰδίας παροικίας, χαί ρων ἐπὶ τῇ συμφωνίᾳ τῶν Ἐκκλησιῶν.Παρεκελεύσατο δὲ τῷ τῆς Αἰλίας ἐπισκόπῳ Μα καρίῳ παρόντι ἐν τῇ συνόδῳ, καὶ τῶν ἀποστολικῶν δογμάτων ὑπερμαχοῦντι ἀναζητῆσαι τὸν ζωοποιὸν σταυρόν, καὶ τὸ θεοδόχον μνῆμα, καὶ πάντας τοὺς ἁγίους τόπους, καὶ τοὺς ἄλλους δὲ ἐπισκόπους ὁμοίως 4080 προετρέψατο, αἰτήσασθαι, εἴ τι συνορᾷ εἰς ἀπαρτι σμὸν ἔκαστος τῆς ἰδίας Ἐκκλησίας.

Ἦν δὲ ἐννεακαιδέκατον ἔτος τῆς βασιλείας αὐτοῦ, ὅτε ἐγένετο κατὰ Νίκαιαν σύνοδος.Μετὰ ταῦτα ἀπέστειλεν ὁ βασιλεὺς τὴν ἑαυτοῦ μητέρα Ἑλένην, τὴν ἀξιέπαινον καὶ θεοφιλῆ, εἰς Ἱεροσόλυμα, μετὰ γραμμάτων καὶ χρημάτων ἀφθονίας, πρὸς τὸν φερώνυμον Μακάριον τῆς Αἰλίας ἐπίσκοπον ἐπὶ ἀναζητήσει τοῦ ζωοποιοῦ ξύλου τοῦ ἐνδόξου σταυροῦ καὶ οἰκοδομῇ τῶν ἁγίων τόπων· αὐτῆς τοῦτο αἰτησάσης τῆς βασιλίδος, φασκούσης ὀπτασίαν τινὰ θείαν ἑωρακέναι κελεύουσαν αὐτῇ τὰ Ἱεροσόλυμα καταλαβεῖν, καὶ τοὺς ἁγίους τόπους εἰς φῶς ἀγαγεῖν χωσθέντας ὑπὸ

1