1
Epistula synodalis
Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐπιστολὴ συνοδική.
Καὶ πρὶν κομίζεσθαι τὰ παρὰ τῆς ἀγάπης ὑμῶν γράμματα, περιήγγειλεν εἰς ἡμᾶς ἡ φήμη καὶ τὸ τῆς πίστεως ὑμῶν ἀκραιφνὲς καὶ πρὸς τοὺς κινδύνους παρατεταμένον καὶ πρὸς τὰ παθήματα τὰ ὑπὲρ Χριστοῦ καρτερικὸν καὶ τῆς εἰς θεὸν ἀγάπης καὶ τὸ τῆς μελλούσης ἐλπίδος ἐν ὑμῖν βέβαιον. Ἐπεὶ δὲ καὶ τοῖς γράμμασι τῆς εὐλαβείας ὑμῶν ἐντετυχήκαμεν, εἴδομεν ὄντως ἐκκλησίας ἀποστολικῆς χαρακτῆρα καὶ ποιμένων ἀγαθῶν ζῆλον καὶ σπουδὴν ἄοκνον ἀληθινοῖς χριστιανοῖς πρέπουσαν. Τὸ γὰρ μήτε τῆς ὁδοῦ μῆκος ὑπολογίσασθαι μήτε διεσπασμένως τὰς πεύσεις προσα γαγεῖν, ἀλλὰ κοινῇ διὰ τῶν γραμμάτων ποιήσασθαι τὴν ἐρώτη σιν, λίαν ἡμᾶς εὐέλπιδας πεποίηκεν ὅτι συμφώνως ἐπιστείλαντες συμφώνως καὶ τὰς ἀποκρίσεις παρ' ἡμῶν δέξασθε· καὶ οἷόν τι προοίμιον τῆς τελειοτέρας ὁμονοίας τὴν ἐν τοῖς γράμμασιν ὑμῶν ὁμόνοιαν ἐδεξάμεθα. Καὶ δι' εὐχῆς μὲν ἦν ἡμῖν καὶ τὸν θαυμασιώ τατον καὶ μετὰ πάσης αἰδοῦς ὀνομαζόμενον ἐπίσκοπον Βασί λειον καὶ παρόντα δέξασθαι τῇ συνόδῳ καὶ κοινωνόν, μᾶλλον δὲ ἔξαρχον τῶν πρὸς ὑμᾶς πραγμάτων ἔχειν. Ἐπεὶ δὲ ἐκεῖνον ἀρρωστία σώματος ὑπερβάλλουσα πρὸς τὴν ἄφιξιν διεκώλυ σεν, τελείας μέν ἐστιν ἀγάπης ὑμῶν μήτε τὰ τῆς ἡμετέρας βραχύτητος παριδεῖν γράμματα. Οὐ μέντοι τὴν ἁγίαν ὑμῶν ἐκκλησίαν ἄμοιρον καὶ τῆς ἐκείνου φωνῆς περιείδομεν· ἀλλ' ἔχοντες αὐτοῦ σύγγραμμα περὶ ταύτης ἰδικῶς αὐτῷ τῆς ὑποθέσεως πεπονημένον κἀκεῖνον διὰ τοῦ γράμματος ἔχομεν ἡμῖν συμφθεγγόμενον. Τίς οὖν ἡ πρὸς τὴν πεῦσιν ἀπόκρισις; Τὴν ἁγίαν σύνοδον τῶν πατέρων τῶν ἐν Νικαίᾳ σύνοδον ὄντως καθολικὴν καὶ ἀποστολικὴν γνωρίζομεν, καὶ πίστιν τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν πατέρων τηνικαῦτα φυλάττομεν ἀκίνητον καὶ πρὸς τὸ διηνεκὲς ἀσπάρακτον μένειν εὔχομαι. Γέγονε δὲ τότε τοῖς πατράσιν ἀναγ καιότερον πλατύτερον ἐξηγήσασθαι περὶ τῆς δόξης τοῦ μονογε νοῦς, ἐπειδὴ τότε νεωστὶ φυομένην τὴν αἵρεσιν τοῦ Ἀρείου διὰ σπουδῆς ἔσχον ἐκκόψαι τὰ πρῶτα αὐτῆς προαναιροῦντες σπέρ ματα, πρὶν τελέως ἐκτραχυνθῆναι τὴν ἄκανθαν. Σεσιγημένου δὲ τηνικαῦτα τοῦ κατὰ τὸ πνεῦμα ζητήματος διὰ τοῦτο πλατύτερον μὲν οὐδὲν προσέθεσαν· τοῖς μέντοι γε συνετῶς ἀναγινώσκουσιν αὐτάρκης καὶ ἡ περὶ τοῦ πνεύματος ἐν ἐκείνῃ τῇ πίστει διδασκα λία. Ὥσπερ εἰς πατέρα καὶ υἱὸν πιστεύειν, οὕτω καὶ εἰς τὸ πνεῦμα πιστεύειν ἐδογμάτισαν, μήτε ἑτέραν τινὰ φύσιν ἐπεισάγοντες τῇ θείᾳ καὶ μακαρίᾳ τριάδι μήτε τι τῶν ἐκ τῆς τριάδος ἀποτέμνοντες εἰς τὴν τῆς πίστεως ἔκθεσιν. Ἐπεὶ δὲ πρόσφατον ὁ σατανᾶς διασαλεύειν τὰς ἐκκλησίας ἐπιχειρῶν ἐνέβαλέ τισι περὶ τοῦ πνεύματος δισταγμόν, ἀναγκαῖον ἐπὶ τὴν πηγὴν ἀνατρέχειν τῆς πίστεως ἐξ ἧς καὶ οἱ κατὰ Νίκαιαν πατέρες ἀναρυσάμενοι τὴν ἔκθεσιν τῆς πίστεως ἐποίησαν. Τίς οὖν ἡμῶν ἡ τῆς πίστεως τελειότης; Ἡ τοῦ κυρίου παράδοσις ἣν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς ἐνετείλατο προστάξας· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ∆ῆλον ὅτι τὴν ἐντολὴν ἐδεξάμεθα οὐ μόνον εἰς τὸ βαπτίζειν οὕτως, ἀλλὰ καὶ εἰς τὸ μαθητεύειν οὕτως, ὡς διὰ ταύτης τῆς ἐντολῆς καὶ τὴν Σαβελλίου νόσον ἀποκλεισθῆναι τῶν τριῶν ὑποστάσεων καθαρῶς ἡμῖν παραδοθεισῶν, καὶ τῶν Ἀνο μοίων καὶ τῶν Ἀρειανῶν καὶ τῶν Πνευματομάχων ἐμφραγῆναι τὰ στόματα τῶν μὲν προσώπων καὶ τῶν ὑποστάσεων τριῶν δηλου μένων, τῆς δὲ φύσεως καὶ τῆς θεότητος μιᾶς ὁμολογηθείσης. Ἀνάγκη τοίνυν οὕτως ἡμᾶς βαπτίζειν ὡς