Epistula ad Palladium

Epistula ad Palladium

Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν ΑΘΑΝΑΣΙΟΥ, ἀρχιεπισκόπου Ἀλεξανδρείας, πρὸς ΠΑΛΛΑ∆ΙΟΝ πρεσβύτερον ἐπιστολή.

Ἀγαπητῷ υἱῷ Παλλαδίῳ πρεσβυτέρῳ Ἀθανάσιος ὁ ἐπίσκοπος, ἐν Κυρίῳ χαίρειν. Καὶ τὴν παρὰ σοῦ μόνου γραφεῖσαν ἐπιστολὴν δεξάμενος, ἐχάρην, μάλιστα ὅτι συνήθως ἔπνεες ὀρθοδοξίας. Καὶ τὴν αἰτίαν δὲ ἣν μετὰ τοῦ ἀγαπητοῦ ἡμῶν Ἰνοκεντίου διάγεις, οὐ πρῶτον νῦν, ἀλλ' ἔκπαλαι μαθὼν, ἀπεδεξάμην σου τὴν εὐλάβειαν. Οὕτω τοίνυν πράττων, γράφε καὶ γνώριζε ἡμῖν, πῶς ἐκεῖ οἱ ἀδελφοὶ, καὶ πῶς οἱ ἐχθροὶ τῆς ἀληθείας περὶ ἡμῶν διανοοῦνται. Ἐπειδὴ δὲ καὶ περὶ τῶν μοναζόντων τῶν ἐν Καισαρείᾳ ἐδήλωσας· ἔμαθον δὲ παρὰ τοῦ ἀγαπητοῦ ἡμῶν ∆ιανίου, ὡς λυπουμένων καὶ ἀνθισταμένων αὐτῶν τῷ ἀγαπητῷ ἡμῶν Βασιλείῳ τῷ ἐπισκόπῳ· σὲ μὲν ἀπεδεξάμην δηλώσαντα, αὐτοῖς δὲ τὰ πρέποντα δεδήλωκα· ἵν' ὡς τέκνα ὑπακούωσι πατρὶ, καὶ μὴ ἀντιλέγωσιν, οἷς αὐτὸς δοκιμάζει. Εἰ μὲν γὰρ ὕποπτος ἦν περὶ τὴν ἀλήθειαν, καλῶς ἐμάχοντο· εἰ δὲ τεθαῤῥήκασι, τεθαῤῥήκαμεν δὲ καὶ πάντες ἡμεῖς, ὡς καύχημα τῆς Ἐκκλησίας ἐστὶν, ἀγωνιζόμενος μᾶλλον ὑπὲρ τῆς ἀληθείας, καὶ διδάσκων τοὺς δεομένους· οὐ χρὴ πρὸς τὸν τοιοῦτον μάχεσθαι, ἀλλὰ καὶ μᾶλλον ἀποδέχεσθαι τὴν ἀγαθὴν αὐτοῦ συνείδησιν. Ἐξ ὧν γὰρ διηγήσατο ὁ ἀγαπητὸς ∆ιάνιος, μάτην φαίνονται λυπούμενοι. Αὐτὸς μὲν γὰρ, ὡς τεθάῤῥηκα, τοῖς ἀσθενοῦσιν ἀσθενὴς γίνεται, ἵνα τοὺς ἀσθενεῖς κερδήσῃ· οἱ δὲ ἀγαπητοὶ ἡμῶν, ἀποβλέποντες εἰς τὸν σκοπὸν τῆς ἀληθείας αὐτοῦ, καὶ τὴν οἰκονομίαν, δοξαζέτωσαν τὸν Κύριον, τὸν δεδωκότα τῇ Καππαδοκίᾳ τοιοῦτον ἐπίσκοπον, οἷον καὶ ἑκάστη χώρα ἔχειν εὔχεται. Καὶ σὺ οὖν, ἀγαπητὲ, θέλησον αὐτοῖς δηλῶσαι, ἵνα, ὡς ἔγραψα, πεισθῶσι. Τοῦτο γὰρ καὶ αὐτοὺς συνίστησιν εὐγνώμονας πρὸς πατέρα· τοῦτο καὶ τὴν 26.1169 εἰρήνην ταῖς Ἐκκλησίαις διαφυλάξει. Ἐῤῥῶσθαί σε ἐν Κυρίῳ εὔχομαι, ἀγαπητὲ υἱέ.

1