Epistula ad Palladium
Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν ΑΘΑΝΑΣΙΟΥ, ἀρχιεπισκόπου Ἀλεξανδρείας, ἐπιστολὴ πρὸς ΙΩΑΝΝΗΝ καὶ ΑΝΤΙΟΧΟΝ τοὺς πρεσβυτέρους.
Ἀθανάσιος Ἰωάννῃ καὶ Ἀντιόχῳ, τοῖς ἀγαπητοῖς υἱοῖς καὶ συμπρεσβυτέροις, ἐν Κυρίῳ χαίρειν. Ἐχάρην δεξάμενος ὑμῶν καὶ νῦν ἐπιστολὴν, ὅτι μάλιστα ἀπὸ Ἱεροσολύμων ἐγράψατε· καὶ χάριν ὑμῖν ἔχω, ὅτι ἐδηλώσατε περὶ τῶν ἀδελφῶν, τῶν ἐκεῖ συναγομένων, καὶ περὶ τῶν βουλομένων προφάσει ζητημάτων ταράττειν τοὺς ἀκεραίους. Ἀλλὰ περὶ μὲν τούτων παραγγελλέτω ὁ Ἀπόστολος, Μὴ προσέχειν τοῖς 26.1168 λογομαχοῦσι, καὶ μηδὲν ἕτερον ζητοῦσιν ἢ λέγειν τι καινὸν καὶ ἀκούειν. Ὑμεῖς δὲ, ἔχοντες τὸν θεμέλιον ἀσφαλῇ, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστὸς, ὁ Κύριος ἡμῶν, καὶ τὴν τῶν Πατέρων περὶ τῆς ἀληθείας ὁμολογίαν, τοὺς πλέον τι ταύτης ἢ ἔλαττον λαλεῖν θέλοντας ἀποστρέφεσθε, καὶ μᾶλλον τῆς τῶν ἀδελφῶν ὠφελείας γίνεσθε, εἰς τὸ φοβεῖσθαι τὸν Θεὸν, καὶ τὰς ἐντολὰς τηρεῖν· ἵνα καὶ ἐκ τῆς διδασκαλίας τῶν Πατέρων, καὶ ἐκ τῆς τῶν ἐντολῶν τηρήσεως δυνηθῶσιν εὐάρεστοι τῷ Κυρίῳ φανῆναι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. Πάνυ δὲ τεθαύμακα τὴν θρασύτητα τῶν τολμώντων λαλεῖν κατὰ τοῦ ἀγαπητοῦ ἡμῶν, τοῦ ἀληθῶς Θεοῦ δούλου Βασιλείου τοῦ ἐπισκόπου. Ἐκ γὰρ τῆς τοιαύτης φλυαρίας ἐλέγχεσθαι δυνήσονται, ὡς οὐδὲ τῶν Πατέρων ἀγαπῶντες τὴν ὁμολογίαν. Προσαγορεύετε τοὺς ἀδελφούς. Προσαγορεύουσιν ὑμᾶς οἱ σὺν ἐμοί. Ἐῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔχομαι, ἀγαπητοὶ καὶ ποθεινότατοι υἱοί.
1