Sermo exhortatorius
Τρία γὰρ ἀπαιτεῖ ὁ θεὸς παρὰ παντὸς Χριστιανοῦ· πίστιν ὀρθὴν, ἀλήθειαν ἀπὸ γλώσσης καὶ ἁγνείαν ἀπὸ τοῦ σώματος. Καὶ τὰ ἄλλα ὁμοίως φύλαττε, πρῶτον μὲν μὴ λαλήσῃς, ἄλλ' ὅτε ἀκούσῃς τινὸς καταλαλοῦντος, φύγε ἀναχώρησον ἵνα μὴ καὶ σὺ ὅμοιος γένῃς τοῦ καταλαλοῦντος, καὶ ἀπέλθῃς εἰς κόλασιν αἰώνιον, εἰς δράκοντας πυρίνους τρώγοντας τὴν γλῶσσαν. 10 Εἶπεν γὰρ ὁ Θεὸς διὰ τοῦ προφήτου ὅτι τῶν διανευόντων οἱ ὀφθαλμοὶ, ὑπὸ ἀνελεημόνων ἀγγέλων ἐξορύσσονται. Τότε οἱ γελῶντες πικρῶς κλαύσουσιν, τότε οἱ φλυαροῦντες ἐλεεινὰ στενάξουσιν, καταδικαζόμενοι εἰς τὸν πύρινον ποταμὸν, εἰς τὸν δυνὸν Ἅδην, εἰς τὸν σκώληκα τὸν ἀκοίμητον, εἰς τὸν πικρὸν κλαυθμὸν, εἰς τὸν βρυγμὸν τῶν ὀδόντων. 11 Τετράδην καὶ παρασκευὴν νήστευε, τὰς δὲ ἄλλας ἡμέρας ἐξουσίαν ἔχεις, κἂν θέλῃς νήστευε, κἂν θέλῃς μὴ νήστευε. Ὥσπερ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατὰ φύσιν τὸ ἀναπνέειν, οὕτως ἐποίησεν ἁρμόζειν καὶ τὰς γυναῖκας ἵνα πάντοτε νηστεύωσι. 12 Ἀνισταμένου σου τὸ πρωῒ τὸν τύπον τοῦ τιμίου σταυροῦ ποίει εἰς πάντα τὰ μέλη σου. Καὶ περιπατῶν καὶ κοιμώμενος καὶ πάντοτε λέγε· Κύριε Ἰησοῦ Χριστὲ βοήθησον ἡμῖν. Ἑσπέρας καὶ πρωῒ εἰς τὴν ἐκκλησίαν ἀπέρχου, καὶ ἐξομολογοῦ τῷ θεῷ τὰς ἁμαρτίας σου ἅσπερ ἔπραξας, καὶ βλέπε, ἄνθρωπε, μὴ ὀμόσῃς μήτε ἐν τῷ οὐρανῷ μήτε ἐν τῇ γῇ, ὁ γὰρ οὐρανὸς θρόνος τοῦ δεσπότου ἐστὶν, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, ἀλλὰ ἐὰν βία σοι γένηται παρὰ τινὸς τοῦ ὀμόσαι, εἶπε αὐτῷ· Ἀλήθειαν λέγω καὶ οὐ ψεύδομαι. Μετὰ ἀνδρῶν καὶ γυναικῶν φλυάρων, μὴ συνκαθίσῃς ποτέ. 13 Καὶ βλέπε, ἄνθρωπε, μὴ ὀξυνθῇς, ὅτι ὁ διάβολος ἐπιφέρει τὴν ὀξυχολίαν, ἵνα ὀξυνθῇς, καὶ ἀπολέσῃς τὴν ψυχήν σου, τὴν δὲ πραΰτητα ὁ θεὸς διδοίη, ἵνα διὰ τῆς πραΰτητος καὶ τῆς ἐλεημοσύνης σωθῇς. Καὶ βλέπε, ἄνθρωπε, τὸν καλλωπισμὸν τῶν ἱματίων μὴ ἀγαπήσῃς, μηδὲ τὴν βλακείαν ποθῇς, ἀλλὰ μᾶλλον ταπεινὰ φόρει καὶ εὐτελῆ διὰ τὸν θεὸν, ἵνα ἐκεῖθεν ἐνδύσῃ σε ὁ θεὸς ἡμῶν στολὴν δόξης, ἔνδυμα ἀφθαρσίας, στέφανον κάλλους, διάδημα βασιλείας, ἵνα τότε ἔχῃ ἡ ψυχή σου παῤῥησίαν πρὸς τὸν θεὸν λέγουσα· Κύριε ἐν τῷ κόσμῳ τούτῳ τῷ ματαίῳ πολλὰ ὑστερήθην ἵνα τὴν βασιλείαν σου ἀπολαύω δέσποτα, καὶ τότε ἐρεῖ ὁ δεσπότης ἡμῶν Χριστὸς φιλάνθρωπος καὶ ἐλεήμων· οὗ μὲν ὀλίγα ἐκοπίασας, πρῶτα ἡτοίμασά σοι ἐγὼ, ἀλλὰ δεῦρο εἴσελθε εἰς τὸν νυμφῶνα τῆς δόξης μου, καὶ ἀπόλαυσον ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ὅσα ἡτοίμασα τοῖς ἀγαπῶσιν τὸ ὄνομά μου. 14 Ἐν ὀγδοήκοντα γὰρ ἔτη πληροῦται ὁ χρόνος τοῦ ἀνθρώπου, εἰ καὶ τρυφῶμεν καὶ πλουτῶμεν πεντήκοντα ἔτη καὶ ἑκατὸν καὶ μετὰ ταῦτα τί πρόκειται; Μακάριοι οἱ σπουδάζοντες ἐπιτυχεῖν τῆς ἀτελευτήτου βασιλείας. Μακάριος ὁ ἄνθρωπος ἐκεῖνος ὁ διὰ τοῦ ἰδίου πλούτου λυτρώσηται τὴν ἑαυτοῦ ψυχὴν ἐκ τῆς κολάσεως, λυτροῦται γὰρ τὸν ἄνδρα ὁ ἴδιος πλοῦτος, καὶ πάλιν· Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσηται αὐτὸν ὁ Κύριος. Ποίαν ἡμέραν πονηρὰν λέγει ὁ προφήτης; ἐδιηγεῖτο μὲν ἡμῖν περὶ τὴν ἡμέραν τῆς κρίσεως, τί γὰρ χειρότερον κολάσεως; ὄντως οὐδέν. Τί γὰρ ἀδυνατεῖ τῷ θεῷ ὄμβρους χρυσοῦ κατενεγκεῖν ἐπὶ τὴν γῆν ἵνα πάντες πλοῦτον ἔχωμεν; παρὰ τῷ θεῷ πάντα δυνατά εἰσι. Ἵνα ὁ πένης ἄφεσις τῶν ἁμαρτιῶν τοῦ πλουσίου γένηται, καὶ ὁ πλούσιος τοῦ πένητος, ὅτι τῷ θεῷ πρέπει τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
1