Synopsis scripturae sacrae
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΣΥΝΟΨΙΣ ΕΠΙΤΟΜΟΣ ΤΗΣ ΘΕΙΑΣ ΓΡΑΦΗΣ, ΠΑΛΑΙΑΣ ΚΑΙ ΝΕΑΣ ∆ΙΑΘΗΚΗΣ.
Πᾶσα Γραφὴ ἡμῶν Χριστιανῶν, θεόπνευστός ἐστιν. Οὐκ ἀόριστα δὲ, ἀλλὰ μᾶλλον ὡρισμένα καὶ κεκανονισμένα ἔχει τὰ βιβλία. Καὶ ἔστι τῆς μὲν Πα λαιᾶς ∆ιαθήκης ταῦτα· Γένεσις, οὗ ἡ ἀρχή· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἔξοδος, οὗ ἡ ἀρχή· «Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσπορευομένων εἰς Αἴγυπτον.» Λευϊτικὸν, οὗ ἡ ἀρχή· «Καὶ ἐκάλεσε Μωϋσῆν, καὶ ἐλάλησε Κύριος αὐτῷ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.» Ἀριθμοὶ, οὗ ἡ ἀρχή «Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινᾶ ἐν τῇ σκηνῇ τοῦ μαρ τυρίου.» 28.285 ∆ευτερονόμιον, οὗ ἡ ἀρχή· «Οὗτοι οἱ λόγοι, οὓς ἐλάλησε Μωϋσῆς παντὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου, ἐν τῇ ἐρήμῳ, πρὸς δυσμαῖς, πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης.» Ἰησοῦς ὁ τοῦ Ναυῆ, οὗ ἡ ἀρχή· «Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν δούλου Κυρίου, εἶπε Κύριος τῷ Ἰησοῦ, υἱῷ Ναυῆ, λειτουργῷ Μωϋσῆ, λέγων.» Κριταὶ, οὗ ἡ ἀρχή· «Καὶ ἐγένετο μετὰ τὴν τελευ τὴν Ἰησοῦ, καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν Κυρίῳ λέγοντες· Τίς ἀναβήσεται πρὸς τοὺς Χανα ναίους ἀφηγούμενος;» Ῥοὺθ, οὗ ἡ ἀρχή· «Καὶ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς, ἐγένετο λιμὸς ἐν τῇ γῇ.» Βασιλειῶν πρώτη καὶ δευτέρα, εἰς ἓν ἀριθμούμεναι βιβλίον. Καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· «Καὶ ἄνθρω πος ἐξ Ἀρμαθαῒμ Σιφᾶ, ἐξ ὄρους Ἐφραῒμ, καὶ ὄνομα αὐτῷ Ἐλκανᾶ, υἱὸς Ἱερεμεὴλ, υἱοῦ Ἡλεί.» Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Ἐγένετο μετὰ τὸ ἀπο θανεῖν Σαοὺλ, καὶ ∆αβὶδ ἀνέστρεψε τύπτων τὸν Ἀμα λήκ.» Βασιλειῶν τρίτη καὶ τετάρτη, εἰς ἓν πάλιν ἀρι θμούμεναι βιβλίον. Καὶ τῆς μὲν τρίτης ἡ ἀρχή· «Καὶ ὁ βασιλεὺς ∆αβὶδ πρεσβύτερος, προβεβηκὼς ἡμέ ραις· καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερ μαίνετο.» Τῆς δὲ τετάρτης ἡ ἀρχή· «Καὶ ἠθέτησε Μωὰβ ἐν Ἰσραὴλ, μετὰ τὸ ἀποθανεῖν Ἀχαάβ.» Παραλειπομένων πρῶτον καὶ δεύτερον, εἰς ἓν ἀρι θμούμενα βιβλίον. Καὶ ἔστι τοῦ μὲν πρώτου ἡ ἀρχή· «Ἀδὰμ, Σὴθ, Ἐνὼς, Καϊνᾶν, Μαλελεὴλ, Ἰαρὲδ,Ἐνὼχ, Μαθουσάλα, Λάμεχ, Νῶε.» Τοῦ δὲ δευτέρου ἡ ἀρχή· «Καὶ ἐνίσχυσε Σαλο μὼν υἱὸς ∆αβὶδ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ Κύριος ὁ Θεὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὕψος.» Ἔσδρας πρῶτος καὶ δεύτερος, εἰς ἓν ἀριθμούμενοι βιβλίον. Καὶ τοῦ μὲν πρώτου ἀρχή· «Καὶ ἤγα γεν Ἰωσίας τὸ Πάσχα ἐν Ἱερουσαλὴμ τῷ Κυρίῳ ἑαυτοῦ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου.» Τοῦ δὲ δευτέρου ἡ ἀρχή· «Καὶ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ βασιλέως Περσῶν, τοῦ τελεσθῆναι λόγον ἀπὸ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου τοῦ βασιλέως Περσῶν.» Ψαλτήριον ∆αβιτικὸν, ἔχον ψαλμοὺς ρναʹ· οὗ ἡ ἀρχὴ, ἤγουν ὁ πρῶτος ψαλμός· «Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν.» Παροιμίαι Σολομῶντος, οὗ ἡ ἀρχή· «Παροιμίαι Σολομῶντος υἱοῦ ∆αβὶδ, ὃς ἐβασίλευσεν ἐν Ἰσραὴλ, γνῶναι σοφίαν καὶ παιδείαν.» Ἐκκλησιαστὴς τοῦ αὐτοῦ, οὗ ἡ ἀρχή· «Ῥήματα 28.288 Ἐκκλησιαστοῦ, υἱοῦ ∆αβὶδ, βασιλέως Ἰσραὴλ ἐν Ἱερουσαλήμ. Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.» Ἆσμα ᾀσμάτων τοῦ αὐτοῦ, οὗ ἡ ἀρχή· «Ἆσμα ᾀσμάτων, ὅ ἐστι τῷ Σολομών. Φιλησάτω με ἀπὸ φι λημάτων στόματος αὐτοῦ, ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον.» Ἰὼβ, οὗ ἡ ἀρχή· «Ἄνθρωπός τις ἦν ἐν χώρᾳ Αὐσέτιδι, ᾧ ὄνομα Ἰὼβ, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος καὶ θεοσεβής.» Προφῆται δώδεκα, εἰς ἓν ἀριθμούμενοι βιβλίον. Εἰσὶ δὲ οὗτοι, Ὠσηὲ πρῶτος, οὗ ἡ ἀρχή· «Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ὠσηὲ, τὸν τοῦ
1