1

 2

 3

1

De fide

ΟΜΙΛΙΑ ΙΕʹ. Περὶ πίστεως.

Θεοῦ μεμνῆσθαι μὲν διηνεκῶς, εὐσεβὲς καὶ κόρον οὐκ ἔχον τῇ φιλοθέῳ ψυχῇ· λόγῳ δὲ διεξιέναι τὰ περὶ Θεοῦ, τολμηρόν· τῆς μὲν διανοίας πολλῷ τῷ μέτρῳ τῆς ἀξίας τῶν πραγμάτων ἀποπιπτούσης, πάλιν δὲ τοῦ λόγου ἀμυδρῶς παριστῶντος τὰ νοη θέντα. Εἰ οὖν ἡ μὲν διάνοια ἡμῶν παρὰ πολὺ τοῦ μεγέθους τῶν πραγμάτων ἀπολιμπάνεται, ὁ δὲ λόγος ἐλάττων ἐστὶ καὶ αὐτῆς τῆς διανοίας· πῶς οὐκ ἀναγκαία ἡ σιωπὴ, μήποτε ἐν τῇ τῶν ῥημάτων εὐτελείᾳ δόξῃ κινδυνεύειν τῆς θεολογίας τὸ θαῦμα; Ἡ μὲν οὖν τοῦ δοξάζειν τὸν Θεὸν ἐπιθυμία πᾶσι τοῖς λογικοῖς κατὰ φύσιν ἐνέσπαρται· τοῦ δὲ πρὸς ἀξίαν εἰπεῖν πάντες ὁμοίως ἀπολιμπάνονται. Τῇ δὲ περὶ τὴν εὐσέβειαν προθυμίᾳ ἕτερος ἑτέρου διενηνό χαμεν· οὐδεὶς δὲ οὕτως τετύφλωται, καὶ φρε ναπατᾷ ἑαυτὸν, ὥστε οἴεσθαι ἐπὶ τὸ ἀκρότατον ἀνα βεβηκέναι τῆς καταλήψεως· ἀλλ' ὅσῳπερ ἂν δόξῃ προκόπτειν ἐπὶ τὴν γνῶσιν, τοσούτῳ πλέον αὐ τοῦ τῆς ἀσθενείας αἰσθήσεται. Τοιοῦτος ἦν Ἀβραὰμ, τοιοῦτος ἦν Μωϋσῆς· ὅτε ἰδεῖν Θεὸν ἠδυνήθησαν, ὡς ἰδεῖν δυνατὸν ἀνθρώπῳ, τότε μάλιστα ἑαυτὸν ἑκά τερος ἐξηυτέλιζεν· ὁ μὲν Ἀβραὰμ γῆν καὶ σποδὸν ἑαυτὸν ὀνομάζων, ὁ δὲ Μωϋσῆς ἰσχνόφωνον λέγων καὶ βραδύγλωσσον. Ἑώρα γὰρ τῆς γλώσσης αὐτοῦ τὸ ἀσθενὲς, ὑπηρετεῖν τῷ μεγέθει τῶν νοηθέν των μὴ δυναμένης. Πλὴν ἀλλ' ἐπειδὴ πᾶσα ἀκοὴ ἤνοικται νῦν πρὸς θεολογίας ἀκρόασιν, καὶ κόρος οὐκ ἔστι τῇ Ἐκκλησίᾳ τῶν τοιούτων ἀκροαμάτων, βεβαιούσῃ τὸν τοῦ Ἐκκλησιαστοῦ λόγον, ὅτι Οὐ πλη ρωθήσεται οὖς ἀπὸ ἀκροάσεως. ἀναγκαῖον λέ 31.465 γειν εἰς δύναμιν. Ἐροῦμεν δὲ, οὐχ ὅσος ἐστὶν ὁ Θεὸς, ἀλλ' ὅσον ἡμῖν ἐφικτόν.

Οὐδὲ γὰρ, ἐπειδὴ τὸν μεταξὺ οὐρανοῦ καὶ γῆς τόπον διαβῆναι ὅλον τοῖς ὀφθαλμοῖς ἀδυνατοῦμεν, ἤδη καὶ ὅσον δυνάμεθα καθορᾷν παραιτούμεθα· οὕτω καὶ νῦν διὰ μικρῶν ῥημάτων τὴν εὐσέβειαν ἀποπληρώσωμεν, τῷ δὲ μεγαλείῳ τῆς φύσεως συγχωρήσωμεν ἔχειν κατὰ παντὸς λόγου τὰ νικητήρια. Οὐδὲ γὰρ αἱ τῶν ἀγγέ λων γλῶσσαι, αἵτινές ποτέ εἰσιν, οὐδὲ αἱ τῶν ἀρχαγγέλων, μετὰ πάσης ὁμοῦ τῆς λογικῆς φύσεως συναχθεῖσαι, πολλοστοῦ μέρους ἐφικέσθαι δυνήσον ται, μὴ ὅτι τῷ παντὶ ἑαυτὰς ἐξισῶσαι. Σὺ δὲ, εἰ βούλει περὶ Θεοῦ λέγειν τι ἢ ἀκούειν, ἄφες τὸ σῶμα σεαυτοῦ, ἄφες τὰς σωματικὰς αἰσθήσεις, κατάλειπε τὴν γῆν, κατάλειπε τὴν θάλασσαν, κάτω σεαυ τοῦ ποίησον τὸν ἀέρα, παράδραμε ὥρας, καιρῶν εὐταξίας, τὰς περὶ γῆν διακοσμήσεις· ὑπὲρ τὸν αἰθέρα γενοῦ· διάβηθι τοὺς ἀστέρας, τὰ περὶ αὐτοὺς θαύματα, τὴν εὐκοσμίαν αὐτῶν, τὰ μεγέθη, τὰς χρείας ὅσας παρέχονται τῷ παντὶ, τὴν εὐταξίαν, τὴν λαμπρότητα, τὴν θέσιν, τὴν κίνησιν· ὅπως πρὸς ἀλλήλους σχέσεως ἢ ἀποστάσεως ἔχουσι.

Πάντα δια βὰς τῷ λόγῳ, τὸν οὐρανὸν ὑπερκύψας, καὶ ὑπεράνω τούτου γενόμενος, μόνῃ διανοίᾳ περίβλεψαι τὰ ἐκεῖ κάλλη, στρατιὰς ἐπουρανίους, χοροστασίας ἀγγέλων, τὰς τῶν ἀρχαγγέλων ἐπιστασίας, τὰς δόξας τῶν κυ ριοτήτων, τὰς προεδρίας τῶν θρόνων, τὰς δυνάμεις, τὰς ἀρχὰς, τὰς ἐξουσίας. ∆ιαδραμὼν τὰ σύμπαντα, καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν ἀνανεύσας τοῖς λογισμοῖς, καὶ ἐπέκεινα τούτων τὸν νοῦν ἀνυψώσας, ἐννόη σον τὴν θείαν φύσιν· ἑστῶσαν, ἄτρεπτον, ἀναλλοίω τον, ἀπαθῆ, ἁπλῆν, ἀσύνθετον, ἀδιαίρετον, φῶς ἀπρόσιτον, δύναμιν ἄφατον, μέγεθος ἀπεριόρι στον, δόξαν ὑπεραστράπτουσαν, ἀγαθότητα ἐπιθυ μητὴν,