1

 2

 3

 4

 5

1

Homilia de invidia

ΟΜΙΛΙΑ ΙΑʹ. Περὶ φθόνου.

Ἀγαθὸς ὁ Θεὸς, καὶ ἀγαθῶν τοῖς ἀξίοις παρεκτι κός· πονηρὸς ὁ διάβολος, καὶ

κακίας παντοίας δη μιουργός. Καὶ ὥσπερ ἕπεται τῷ ἀγαθῷ ἡ ἀφθονία, οὕτως ἀκολουθεῖ τῷ διαβόλῳ ἡ βασκανία. Φυλαξώ μεθα οὖν, ἀδελφοὶ, τὸ πάθος τοῦ φθόνου, μὴ κοινω νοὶ τῶν ἔργων τοῦ ἀντικειμένου γενώμεθα, καὶ εὑρε θῶμεν τῷ αὐτῷ συγκαταδικαζόμενοι κρίματι. Εἰ γὰρ ὁ τυφωθεὶς εἰς κρῖμα ἐμπίπτει τοῦ διαβόλου, πῶς ὁ φθονερὸς τὴν ἡτοιμασμένην τῷ διαβόλῳ τι μωρίαν ἐκφεύξεται; Φθόνου γὰρ πάθος οὐδὲν ὀλε θριώτερον ψυχαῖς ἀνθρώπων ἐμφύεται· ὃς, ἐλά χιστα λυπῶν τοὺς ἔξωθεν, πρῶτον κακὸν καὶ 31.373 οἰκεῖόν ἐστι τῷ κεκτημένῳ. Ὥσπερ γὰρ ἰὸς σί δηρον, οὕτως ὁ φθόνος τὴν ἔχουσαν αὐτὸν ψυχὴν ἐξ αναλίσκει. Μᾶλλον δὲ ὥσπερ τὰς ἐχίδνας φασὶ τὴν κυήσασαν αὐτὰς γαστέρα διεσθιούσας ἀπογεννᾶσθαι, οὕτω καὶ ὁ φθόνος τὴν ὠδίνουσαν αὐτὸν ψυχὴν πέ φυκε δαπανᾷν. Λύπη γάρ ἐστι τῆς τοῦ πλησίον εὐ πραγίας ὁ φθόνος. ∆ιόπερ οὐδέποτε ἀνίαι, οὐδέποτε δυσθυμίαι τὸν βάσκανον ἐπιλείπουσιν. Εὐφόρη σεν ἡ χώρα τοῦ πλησίον; εὐθηνεῖται πᾶσι τοῖς κατὰ τὸν βίον ὁ οἶκος; θυμηδίαι τὸν ἄνδρα οὐκ ἐπιλείπουσι; ταῦτα πάντα τροφὴ τῆς νόσου, καὶ προσθήκη τῆς ἀλγηδόνος ἐστὶ τῷ βασκάνῳ. Ὥστε οὐδὲν διαφέρει ἀνθρώπου γυμνοῦ παρὰ πάντων τιτρωσκομένου. Ἀνδρεῖος τίς ἐστιν; εὐεκτεῖ; ταῦτα πλήττει τὸν βάσκανον.

Ἕτερος χαριέστερος τὴν μορφήν; ἄλλη πληγὴ τῷ βασκάνῳ. Ὁ δεῖνα τοῖς τῆς ψυχῆς προτερήμασι τῶν πολλῶν ὑπερέχει; ἐπὶ φρονήσει καὶ δυνάμει λόγων ἀποβλέπεται καὶ ζηλοῦται; ἄλλος πλουτεῖ καὶ φιλοτιμεῖται λαμπρῶς ἐν ἐπιδόσεσι καὶ κοινωνίᾳ τῇ πρὸς τοὺς ἐνδεεῖς, καὶ πολὺς αὐτῷ παρὰ τῶν εὐεργετουμένων ὁ ἔπαινος; ταῦτα πάντα πληγαὶ καὶ τραύματα, μέσην αὐτοῦ τύπτοντα τὴν καρδίαν. Καὶ τὸ χαλεπὸν τῆς νόσου, ὅτι οὐδὲ ἐξειπεῖν αὐτὴν δύναται· ἀλλὰ κύπτει μὲν, καὶ κατηφής ἐστι, καὶ συγκέχυται, καὶ ποτνιᾶται, καὶ ἀπόλωλεν ὑπὸ τοῦ κακοῦ. Ἐρωτώμενος δὲ τὸ πάθος, ἐρυθριᾷ δη μοσιεῦσαι τὴν συμφορὰν, ὅτι Βάσκανός εἰμι καὶ πικρὸς, καὶ ἐπιτρίβει με τὰ τοῦ φίλου καλὰ, καὶ τοῦ ἀδελφοῦ τὴν εὐθυμίαν ὀδύρομαι, καὶ οὐ φέρω τὴν θέαν τῶν ἀλλοτρίων καλῶν, ἀλλὰ συμφορὰν ποι οῦμαι τὴν τῶν πλησίον εὐημερίαν. Ταῦτα γὰρ ἂν εἴποι, εἰ τὰ ἀληθῆ λέγειν βούλοιτο. Ὧν οὐδὲν ἐξειπεῖν αἱρούμενος, ἐν τῷ βάθει κατέχει τὴν νόσον ὑποσμύχουσαν αὐτοῦ τὰ σπλάγχνα καὶ κατεσθίου σαν.

Οὐκοῦν οὔτε ἰατρὸν τῆς νόσου παραλαμβάνει, οὔτε τι φάρμακον ἐξευρεῖν δύναται τοῦ πάθους ἀλε ξητήριον, καίτοι πλήρεις αἱ Γραφαὶ τῶν ἰαμάτων τούτων· ἀλλὰ μίαν ἀναμένει τοῦ κακοῦ ῥᾳστώνην, εἴ πού τινα ἴδοι καταπεσόντα τῶν φθονουμένων. Οὗτος ὅρος τοῦ μίσους, ἄθλιον ἰδεῖν ἐκ μακαρίου τὸν βασκαινόμενον, ἐλεεινὸν γενέσθαι τὸν ζηλωτόν. Τότε σπένδεται, καὶ φίλος ἐστὶν, ὅταν δακρύοντα ἴδῃ, ὅταν πενθοῦντα θεάσηται. Καὶ εὐθυμοῦντι μὲν οὐ συνευφραίνεται· ὀδυρομένῳ δὲ συνδακρύει. Καὶ τὴν μεταβολὴν τοῦ βίου, ἐξ οἵων εἰς οἷα μεταπέπτωκε, κατοικτίζεται, οὐχ ὑπὸ φιλανθρωπίας, καὶ τοῦ συμ παθὴς εἶναι, ἐξαίρων τῷ λόγῳ τὰ πρότερα, ἀλλ' ἵνα βαρυτέραν αὐτῷ κατασκευάσῃ τὴν συμφοράν.

Τὸ παιδίον μετὰ τὸν θάνατον ἐπαινεῖ, καὶ μυρίοις ἐγκω μίοις ἀποσεμνύνει, ὡς μὲν καλὸν ἰδεῖν, ὡς δὲ εὐμα θὲς, ὡς δὲ πρὸς πάντα εὐάρμοστον· οὐκ ἂν αὐτῷ