1

 2

 3

 4

1

Prologus 4 (prooemium in asceticum magnum)

ΤΟΥ ΑΥΤΟΥ ΟΡΟΙ ΚΑΤΑ ΠΛΑΤΟΣ. ΠΡΟΟΙΜΙΟΝ.

Ἐπειδὴ Θεοῦ χάριτι ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

συνεληλύθαμεν εἰς ταυτὸν οἱ ἕνα καὶ τὸν αὐτὸν σκοπὸν τοῦ βίου τοῦ κατ' εὐσέβειαν ἐνστησάμενοι· καὶ ὑμεῖς μὲν εὔδηλοί ἐστε μαθεῖν τι τῶν πρὸς σωτηρίαν ἐπιποθοῦντες, ἐμοὶ δὲ ἀνάγκη ἀναγγέλλειν τὰ δικαιώματα τοῦ Θεοῦ, νυκτὸς καὶ ἡμέρας μεμνημένῳ τοῦ Ἀποστόλου λέ γοντος, ὅτι Τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυ σάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον· και ρὸς δὲ ἐπιτηδειότατος ἡμῖν ὁ παρὼν, καὶ τόπος οὗτος ἡσυχίαν παρέχων καὶ σχολὴν πᾶσαν ἀπὸ τῶν ἔξωθεν θορύβων, συνευξώμεθα ἀλλήλοις, ὥστε ἡμᾶς μὲν ἐν καιρῷ τοῖς συνδούλοις ἡμῶν δοῦναι τὸ σιτο μέτριον· ὑμᾶς δὲ, λαβόντας τὸν λόγον, ὡς τὴν ἀγα θὴν γῆν, τέλειον καὶ πολυπλασίονα τὸν ἐν δικαιο σύνῃ καρπὸν ἀποδοῦναι, καθὼς γέγραπται. Παρα καλῶ οὖν ὑμᾶς διὰ τῆς ἀγάπης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρ τιῶν ἡμῶν, ἁψώμεθά ποτε τῆς φροντίδος τῶν ψυχῶν ἡμῶν· λυπηθῶμεν ἐπὶ τῇ ματαιώσει τοῦ προλαβόντος βίου· ἀγωνισώμεθα ὑπὲρ τῶν μελλόν των εἰς δόξαν τοῦ Θεοῦ, καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ τοῦ προσκυνητοῦ καὶ ἁγίου Πνεύματος.

Μὴ τῇ ῥᾳθυμίᾳ καὶ τῇ ἐκλύσει ταύτῃ ἐναπομείνωμεν, καὶ τὸ μὲν παρὸν ἀεὶ διὰ ῥᾳθυμίας προϊέμενοι, πρὸς δὲ τὸ αὔριον καὶ τὸ ἐφεξῆς τὴν ἀρχὴν τῶν ἔρ γων ὑπερτιθέμενοι, εἶτα καταληφθέντες ὑπὸ τοῦ ἀπαιτοῦντος τὰς ψυχὰς ἡμῶν, ἀπαρασκεύαστοι τῶν ἀγαθῶν ἔργων, τῆς μὲν χαρᾶς τοῦ νυμφῶνος 31.892 ἀποβληθῶμεν, ἀργὰ δὲ καὶ ἀνόνητα μετακλαίω μεν, τὸν κακῶς παρεθέντα τοῦ βίου χρόνον ὀδυρό μενοι τότε, ὅτε πλέον οὐδὲν ἐξέσται τοῖς μεταμελο μένοις. Νῦν καιρὸς εὐπρόσδεκτος, φησὶν ὁ Ἀπό στολος, νῦν ἡμέρα σωτηρίας. Οὗτος ὁ αἰὼν τῆς μετανοίας, ἐκεῖνος τῆς ἀνταποδόσεως· οὗτος τῆς ὑπομονῆς, ἐκεῖνος τῆς παρακλήσεως. Νῦν βοηθὸς τῶν ἐπιστρεφόντων ἀπὸ ὁδοῦ κακῆς ὁ Θεὸς, τότε φοβερὸς καὶ ἀπαραλόγιστος τῶν ἀνθρωπίνων πρα γμάτων τε καὶ ῥημάτων καὶ ἐνθυμημάτων ἐξετα στής. Νῦν τῆς μακροθυμίας ἀπολαύομεν, τότε τὴν δικαιοκρισίαν γνωρίσομεν, ὅταν ἀναστῶμεν, οἱ μὲν εἰς κόλασιν αἰώνιον, οἱ δὲ εἰς ζωὴν αἰώνιον, καὶ ἀπολάβῃ ἕκαστος κατὰ τὴν πρᾶξιν αὐτοῦ. Πρὸς τί να καιρὸν ὑπερτιθέμεθα τὴν ὑπακοὴν τοῦ Χριστοῦ, τοῦ καλέσαντος ἡμᾶς εἰς τὴν ἐπουράνιον ἑαυτοῦ βασιλείαν; Οὐκ ἐκνήψομεν; οὐκ ἀνακαλεσόμεθα ἑαυτοὺς ἀπὸ τοῦ κατὰ συνήθειαν βίου πρὸς τὴν ἀκρίβειαν τοῦ Εὐαγγελίου; Οὐκ ἐν ὀφθαλμοῖς ληψό μεθα τὴν ἡμέραν Κυρίου τὴν φοβερὰν ἐκείνην καὶ ἐπιφανῆ, ἐν ᾗ τοὺς μὲν τῇ δεξιᾷ τοῦ Κυρίου διὰ τῶν πράξεων προσεγγίζοντας βασιλεία οὐρανῶν ὑποδέξεται· τοὺς δὲ πρὸς τὴν ἀριστερὰν διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων ἀπεωσμένους, γέεννα πυρὸς καὶ σκότος αἰώνιον κατακρύψει; Ἐκεῖ ἔσται, φησὶν, ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ἡμεῖς δὲ βασιλείας μὲν οὐρανῶν ἐπιθυμεῖν λέ γομεν, ἐξ ὧν δὲ ἔστιν αὐτῆς ἐπιτυχεῖν οὐ φροντίζο μεν· ἀλλὰ μηδένα πόνον ὑπὲρ ἐντολῆς Κυρίου κα ταδεχόμενοι, τῶν ἴσων τιμῶν τεύξεσθαι τοῖς μέ χρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικαταστᾶσιν ἐν τῇ ματαιότητι τοῦ νοὸς ἡμῶν ὑποτιθέμεθα. Τίς ἐν καιρῷ τῆς σπορᾶς οἴκοι καθήμενος ἢ καθεύδων, ἐνστάντος τοῦ θερισμοῦ, τὸν κόλπον ἐπλήρωσε τῶν δραγμάτων; τίς ἐτρύγησεν ἀμπελῶνα τὸν μὴ παρ' αὐτοῦ πεφυτευμένον καὶ πεπονημένον; Ἐκείνων οἱ καρποὶ, ὧν καὶ οἱ πόνοι· αἱ τιμαὶ καὶ οἱ