1
Sermo 12 (de ascetica disciplina)
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΕΡΙ ΑΣΚΗΣΕΩΣ, πῶς δεῖ κοσμεῖσθαι τὸν μοναχόν. ∆εῖ τὸν μοναχὸν πρὸ πάντων ἀκτήμονα βίον κε κτῆσθαι· σώματος ἐρημίαν, καὶ κοσμιότητα σχήματος, φωνὴν σύμμετρον, καὶ λόγον εὔτακτον· τροφὴν καὶ ποτὸν ἀθόρυβον· καὶ μετὰ ἡσυχίας ἐσθί ειν· ἐπὶ πρεσβυτέρων σιωπᾷν, ἐπὶ σοφωτέρων ἀκροᾶσθαι· πρὸς τοὺς ἴσους ἀγάπην ἔχειν, πρὸς τοὺς ἐλάττους ἀγαπητικὴν συμβουλίαν, ἀπὸ τῶν 31.649 φαύλων καὶ σαρκικῶν καὶ φιλοπραγμόνων ἀναχω ρεῖν, πλείονα νοεῖν, ὀλίγα δὲ φθέγγεσθαι· μὴ θρασύνεσθαι λόγῳ, μηδὲ περιττεύειν ὁμιλίας, μὴ πρόχειρον γίνεσθαι περὶ γέλωτα, αἰδοῖ κοσμεῖσθαι, κάτω τὸ βλέμμα ἔχειν, ἄνω δὲ τὴν ψυχήν· μὴ ἀν τιλέγειν ἀντιλογίαις, εὐπειθῆ εἶναι· κοπιᾷν ταῖς χερσὶ, μνημονεύειν τῶν ἐσχάτων πάντοτε, τῇ ἐλπίδι χαίρειν, τῇ θλίψει ὑπομένειν, ἀδιαλείπτως προσεύχεσθαι, ἐν παντὶ εὐχαριστεῖν, πρὸς πάντας ταπεινὸν εἶναι, μισεῖν τὴν ὑπερηφανίαν, νήφειν καὶ τηρεῖν τὴν καρδίαν ἀπὸ λογισμῶν πονηρῶν, θησαυρίζειν ἐν οὐρανῷ δι' ἐντολῶν, ἑαυτὸν ἀνακρίνειν περὶ τῶν λογισμῶν τῶν καθημερινῶν καὶ πράξεων, μὴ ἐμπλέκεσθαι ταῖς τοῦ βίου πραγματείαις καὶ περιττολογίαις· μὴ περιεργάζεσθαι τὸν τῶν ῥᾳθύμων βίον, ἀλλὰ ζηλοῦν τὸν τῶν ἁγίων Πατέρων· συγχαίρειν τοῖς κατορθοῦσιν ἀρετὴν, καὶ μὴ φθονεῖν· συμπάσχειν τοῖς πάσχουσι, καὶ συνδακρύειν, καὶ σφόδρα τούτους πενθεῖν, μὴ μέντοι κατακρίνειν· μὴ ὀνειδίζειν τὸν ἀποστρέφοντα ἀπὸ ἁμαρτίας, μηδέποτε δικαιοῦν ἑαυτόν· πρὸ πάντων ἁμαρτωλὸν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων ἑαυτὸν ὁμολογεῖν, νουθετεῖν τοὺς ἀτάκτους· παραμυθεῖσθαι τοὺς ὀλιγοψύχους· ὑπηρετεῖν τοῖς ἀῤῥώστοις, πόδας ἁγίων νίπτειν· ξενοδοχίας καὶ φιλαδελφίας ἐπιμελεῖσθαι· μετὰ τῶν οἰκείων τῆς πίστεως εἰρηνεύειν· αἱρετικὸν ἄνθρωπον ἀποστρέφεσθαι· τὰ ἐνδιάθετα βιβλία ἀναγινώσκειν· ἀποκρύφοις ὅλως μὴ ἐντυγχάνειν· περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μὴ συζητεῖν, ἀλλὰ ἄκτιστον καὶ ὁμοούσιον Τριάδα μετὰ παῤῥησίας λέγειν καὶ φρονεῖν, καὶ τοῖς ἐπερωτῶσι λέγειν, ὅτι Βαπτίζεσθαι δεῖ, ὡς παρελάβομεν· πιστεύειν δὲ, ὡς βεβαπτίσμεθα· δοξάζειν δὲ, ὡς πεπιστεύκαμεν.
Ἐν ἔργοις καὶ λόγοις καλοῖς ἀναστρέφεσθαι, μὴ ὀμνύειν τὸ σύνολον, μὴ διδόναι τὸ ἀργύριον ἐπὶ τόκῳ, μὴ σῖτον καὶ οἶνον καὶ ἔλαιον ἐπὶ πλεονασμῷ· ἀπὸ κραιπάλης, καὶ μέθης, καὶ μεριμνῶν βιωτικῶν ἀπέχεσθαι· μετὰ δόλου μὴ ὁμιλεῖν, μηδὲ ὅλως φθέγγεσθαι κατά τινος· μὴ καταλαλεῖν, μηδὲ ὅλως ἡδέως ἀκούειν καταλαλιᾶς· μὴ ταχέως πιστεύειν κατά τινος· μὴ τυραννεῖσθαι ὑπὸ θυμοῦ, μὴ κρατεῖσθαι ὑπὸ ἀθυμίας, μὴ εἰκῆ ὀργίζεσθαι τῷ πλησίον, μὴ κρατεῖν μῆνιν κατά τινος, μὴ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι· μᾶλλον λοιδορεῖσθαι ἢ λοιδορεῖν, τύπτεσθαι ἢ τύπτειν, ἀδικεῖσθαι ἢ ἀδικεῖν, ἀποστερεῖσθαι ἢ ἀποστερεῖν. 31.652 Καὶ πρό γε πάντων χρὴ μοναχὸν ἐγκρατεύεσθαν ἀπὸ συντυχίας γυναικῶν, καὶ ἀπὸ οἰνοποσίας, ὅτι οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετούς· καὶ κατορθοῦντα κατὰ τὸ δυνατὸν τὰς τοῦ Κυρίου ἐντολὰς, μὴ ἀκηδιᾷν, ἀλλὰ τὸν μισθὸν καὶ τὸν ἔπαινον παρ' αὐτοῦ ἐκδέχεσθαι, καὶ τῆς αἰωνίου ζωῆς ποθεῖν τὴν ἀπόλαυσιν, τό τε ῥητὸν τοῦ ∆αβὶδ πρὸ ὀφθαλμῶν ἀεὶ ἔχειν, καὶ λέγειν· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Καὶ ὡς μὲν υἱὸς ἐξ ὅλης καρδίας, καὶ ἰσχύος, καὶ διανοίας, καὶ τῆς δυνάμεως ἀγαπᾷν τὸν Θεόν· ὡς δὲ δοῦλος, εὐλαβεῖσθαι καὶ φοβεῖσθαι, καὶ ὑπακούειν αὐτῷ, καὶ μετὰ φόβου καὶ τρόμου τὴν σωτηρίαν ἑαυτοῦ κατεργάζεσθαι· τῷ πνεύματι ζέειν, ἐνδεδυμένον εἶναι τὴν πανοπλίαν τοῦ ἁγίου Πνεύματος, καὶ τρέχειν οὐκ ἀδήλως καὶ πυκτεύειν ὡς οὐκ