1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

1

[ΚΛHΜEΝΤOΣ ΤΩΝ ΠEΤΡOΥ EΠI∆HΜIΩΝ ΚHΡΥΓΜAΤΩΝ

EΠIΤOΜH.]

Ἐγὼ Κλήμης, Ῥωμαίων πολίτης ὤν, καὶ τὴν πρώτην ἡλικίαν σω- φρόνως ζῆσαι δεδύνημαι, τῆς ἐννοίας μου ἐκ παιδὸς ἀπασχολούσης τὴν ἐν ἐμοὶ ἐπιθυμίαν εἴς τε ἀθυμίας καὶ πόνους. συνῆν γάρ μοι λογισμός (οὐκ οἶδα πόθεν τὴν ἀρχὴν λαβών) περὶ θανάτου, πυκνὰς ποιούμενος ὑπο- μνήσεις ὅτι ἄρα θανὼν οὐκ εἰμὶ καὶ οὐδὲ μνήμην τις ποιήσει μού ποτε, τοῦ ἀπείρου χρόνου πάντων τὰ πάντα εἰς λήθην φέροντος-ἔσομαι δὲ οὐκ ὤν, οὐκ ὄντας εἰδώς, οὐ γινώσκων, οὐ γινωσκόμενος, οὐ γεγονώς, οὐ γινόμε- νος-καὶ ἆρά ποτε γέγονεν ὁ κόσμος καὶ πρὸ τοῦ γενέσθαι τί ἄρα ἦν (εἰ γὰρ ἦν αἰεί, καὶ ἔσται· εἰ δὲ γέγονεν, καὶ λυθήσεται) καὶ μετὰ λύσιν τί ἄρα ἔσται πάλιν, εἰ μὴ τάχα σιγὴ καὶ λήθη; ἢ καὶ τάχα ἔσται τι ὃ νῦν νοῆσαι οὐ δυνατόν. ταῦτά τε καὶ τὰ τούτοις ὅμοια οὐκ οἶδα πόθεν ἀπαύστως ἐνθυμούμενος ὀδυνηρὰν εἶχον λύπην τοσοῦτον ὡς ὠχριακότα με τήκεσθαι· καὶ τὸ δεινότατον, εἴ ποτε ἀπώσασθαι τὴν φροντίδα ὡς ἀνωφελῆ ἐβουλευσάμην, ἀκμαιότερόν μοι μᾶλλον τὸ πάθος ἐγίνετο. καὶ ἠχθόμην ἐπὶ τούτῳ, οὐκ εἰδὼς σύνοικον καλὴν ἔχων ἔννοιαν, ἀθανασίας ἀγαθὴν αἰτίαν μοι γενομένην, ὡς ὕστερον τῇ πείρᾳ ἐπέγνων καὶ θεῷ τῷ πάντων δε- σπότῃ ηὐχαρίστησα. ὑπὸ γὰρ τῆς κατ' ἀρχὰς θλιβούσης με ἐννοίας εἰς τὴν τῶν πραγμάτων ζήτησιν καὶ εὕρεσιν ἠναγκάσθην ἐλθεῖν· καὶ τότε ἐταλά- νιζον οὓς τὴν ἀρχὴν διὰ ἄγνοιαν μακαρίζειν ἐκινδύνευον. ἐκ παιδὸς οὖν ἡλικίας ὢν ἐν τοιούτοις λογισμοῖς, χάριν τοῦ μαθεῖν τι βέβαιον εἰς τὰς τῶν φιλοσόφων ἐφοίτων διατριβάς. καὶ οὐθὲν ἕτερον ἑώρων ἢ δογμάτων ἀνασκευὰς καὶ κατασκευὰς καὶ ἔρεις καὶ φιλονεικίας καὶ συλλογισμῶν τέχνας καὶ λημμάτων ἐπινοίας. καὶ ὁτὲ μὲν ἐπεκράτει (φέρε λέγειν) ὅτι ἀθάνατος ἡ ψυχή, ὁτὲ δὲ ὅτι θνητή. εἴ ποτε οὖν ἐπεκράτει λόγος ὅτι ἀθάνατος, ἔχαιρον· ὁπότε δὲ ὅτι θνητή, ἐλυπούμην. πλεῖον δὲ ἠθύμουν ὅτι οὐδ' ὁπότερον εἰς τὸν ἐμὸν βεβαιῶσαι νοῦν ἠδυνάμην. πλὴν συνενόουν ὅτι αἱ δόξαι τῶν ὑποθέσεων παρὰ τοὺς ἐκδικοῦντας ψευδεῖς ἢ ἀληθεῖς ὑπολαμβάνονται καὶ οὐχ ὡς ἔχουσιν ἀληθείας φαίνονται. ἐπιστήσας οὖν ἤδη ποτὲ ὅτι οὐ παρὰ τὰς ἐκδικουμένας ὑποθέσεις ἡ κατάληψις γίνεται, ἀλλὰ παρὰ τοὺς ἐκδικοῦντας αἱ δόξαι ἀποφαίνονται, ἔτι μᾶλλον ἰλιγγίων ἐν τοῖς πράγ- μασιν. διὸ ἐκ τοῦ τῆς ψυχῆς βάθους ἐστέναζον· οὔτε γάρ τι βεβαιῶσαι οἷός τ' ἤμην οὐδὲ τὴν τῶν τοιούτων φροντίδα ἀποσείσασθαι ἐδυνάμην, καίπερ βουλόμενος, ὡς φθάσας εἶπον· ὅτι ἐμαυτῷ πυκνότερον ἡσυχάζειν ἐπι- τάσσοντος, οὐκ οἶδ' ὅπως λανθανόντως μεθ' ἡδονῆς ὁ τῶν τοιούτων μοι εἰσήρχετο λογισμός. καὶ πάλιν ἀπορούμενος ἔλεγον ἐμαυτῷ· Τί ματαιο- πονῶ; σαφοῦς ὄντος τοῦ πράγματος ὅτι εἰ μὲν θανὼν οὐκ εἰμί, νῦν ὄντα με λυπεῖσθαι οὐ προσῆκεν. διὸ τηρήσω τὸ λυπεῖσθαι εἰς τὴν τότε, ὅτε οὐκ ὢν οὐ λυπηθήσομαι. εἰ δ' ἄρα εἰμί τι, νῦν ἐκ περισσοῦ μοι πρόσεστιν τὸ λυπεῖσθαι. καὶ εὐθέως μετὰ τοῦτο ἕτερός με εἰσῄει λογισμός· ἔλεγον