De strategematibus
ΠΑΡΑΓΓΕΛΜΑΤΑ ΠΟΛΙΟΡΚΗΤΙΚΑ. 197 Ὅσα μὲν τῶν πολιορκητικῶν μηχανημάτων δυσχερῆ καὶ δυσέφικτα πέφυκεν, εἴτε διὰ τὸ ποικίλον καὶ δυσδιάγνωστον τῆς τούτων καταγραφῆς, εἴτε διὰ τὸ τῶν νοημάτων δύσληπτον ἢ μᾶλλον εἰπεῖν ἀκατάληπτον τοῖς πολλοῖς, ἴσως δὲ τῇ εὐγνωμοσύνῃ περιληπτῶν, ὡς μηδ' ἀπ' αὐτῆς τῆς τῶν σχημάτων ἐπιθέσεως τὸ σαφὲς κεκτημένων καὶ εὔληπτον, ἅτε μὴ πᾶσιν ὄντων εὐκόλων τε καὶ γνωστῶν, μήτε μὴν πρὸς κατασκευὴν καὶ τεκτόνευσιν εὐχερῶν, μόνων δὲ τῶν ταῦτ' ἐξευρηκότων καὶ συγγεγραφηκότων μηχανικῶν εἰς τὴν τούτων ἐξάπλωσιν καὶ σαφήνειαν δεομένων· οἷον τὰ Ἀπολλοδώρου 198 πρὸς Ἀδριανὸν αὐτοκράτορα συνταχθέντα πολιορκητικά, τὰ Ἀθηναίου πρὸς Μάρκελλον ἐκ τῶν Ἀγησιστράτου καὶ ἑτέρων σοφῶν πρὸς πολιορκίαν ἐκτεθέντα ὑπομνήματα, τὰ Βίτωνος πρὸς Ἄτταλον περὶ κατασκευῆς πολεμικῶν ὀργάνων ἐκ διαφόρων συλλεγέντα προγενεστέρων μηχανικῶν ... βελοποιϊκά, καὶ τὰ πρὸς πολιορκίαν ἀντιμηχανήματα φυλακτικά τε καὶ διαιτητικά, ἐπί τε συστάσει καὶ ἁλώσει πύλων διάφορα παραγγέλματα· ταῦτα κατὰ τὴν πάλαι συνταχθεῖσαν τῶν ἀνδρῶν καθολικὴν τεχνολογίαν ὡς τοῖς πολλοῖς νῦν ἀπεξενωμένα πάντη καὶ δυσδιάγνωστα, διά τε τὴν ἐκ τοῦ χρόνου παραδραμοῦσαν λήθην, ἀλλ' ὅτι καὶ ἀσυνήθη κοινοῖς τυγχάνει λόγοις τὰ τῶν ἐπιστημῶν ὀνόματα, τῇ παρούσῃ βίβλῳ μὴ ἐντάξαι πρέπον ἐκρίναμεν· ὡς ἂν μὴ, τῆς ἐπιπολαζούσης ἐν αὐτοῖς ἀσαφείας τὸν νοῦν ἀντιπερισπώσης πρὸς ἑαυτήν, καὶ περὶ τὴν τῶν σαφῶν τις ἀτονήσῃ διάγνωσιν. μόνα δὲ τὰ Ἀπολλοδώρου, ἅπερ εἰς τέλος διασαφήσαντες δι' ἐπεργασιῶν καὶ ἐπενθυμημάτων συνεπεράναμεν, πλεῖστα καὶ αὐτοὶ σύμφωνα προσευρόντες καὶ παραθέμενοι. Ὅσα δὲ ἐκ τῶν λοιπῶν σποράδην 199 συνελεξάμεθα εὔγνωστα καὶ πρὸς ἀλήθειαν εὐκατάληπτα, κοινῆς ἐννοίας ἀξιώματα κατὰ Ἀνθέμιον ὄντα καὶ ἀπὸ μόνου προβλήματος καὶ σχηματισμοῦ καταλαμβάνεσθαι δυνάμενα, μηδεμιᾶς διδασκαλίας ἢ ἑρμηνείας δεόμενα, ἰδιωτείᾳ λέξεων καὶ ἁπλότητι λόγου ὑφ' ἡμῶν καὶ αὐτὰ μεταποιηθέντα πρὸς τὸ σαφέστερον, ὥστε παρὰ τῶν τυχόντων εὐκόλως καὶ τεκτονεύεσθαι καὶ κατασκευάζεσθαι, τοῖς τοῦ Ἀπολλοδώρου καὶ ταῦτα συμπλέξαντες σὺν τοῖς σχήμασιν ἀκριβῶς διορισάμενοι κατετάξαμεν, εἰδότες ὅτι δύναται καὶ μόνος σχηματισμὸς καλῶς διορισθεὶς τὸ περὶ τὴν κατασκευὴν σκοτεινὸν καὶ δύσφραστον κατάδηλον ἀπεργάζεσθαι. Χρεία δέ ἐστι τούτων εἰς πολιορκίαν μηχανημάτων· χελωνῶν διαφόρων τε καὶ ἑτεροσχήμων, οἷον ὀρυκτρίδων, χωστρίδων, κριοφόρων, προτρόχων καὶ τῶν νῦν ἐκ πλοκῆς ἐφευρεθεισῶν ἐλαφροτάτων λαισῶν, πρὸς δὲ τὰ κυλιόμενα βάρη σφηνοειδῶν ἐμβόλων γερροχελωνῶν, καὶ ξυλίνων πενταπηχῶν τριβόλων, κριῶν συνθέτων τε καὶ μονοξύλων, ξυλοπυργίων φορητῶν εὐπορίστων, κλιμάκων συνθέτων τε καὶ ἐλαφροτάτων εἴδη διάφορα, προφυλακὴ δὲ πάλιν καὶ πρὸς τὰ εἰς ὕψος αἰρόμενα βάρη καὶ πρὸς τὰ ὑπὸ 0 τῶν πυροβόλων ἀναπτόμενα, σκοπὸς εἰς καταθεώρησιν τῶν ἔνδον, διορυγαὶ τειχῶν διαφόρων διάφοροι, διαβάθραι πρὸς παντοίας τάφρους εὐμήχανοι, δίχα κλιμάκων μηχαναὶ τοῖς τείχεσιν ἐπιβαίνουσαι, πολιορκητήρια παραλίων πόλεων ἀπαράπτωτα, πολλῶν ὄχλων κατὰ τάξιν ἀθρόαι ἐπὶ ποταμῶν διαβάσεις. Ταῦτα κατασκευάζειν κατὰ τοὺς πάλαι ἀρχιτέκτονας εὐπόριστα τῇ ὕλῃ, ποικίλα τοῖς σχήμασιν, ἐλάχιστα τοῖς μέτροις, ἐλαφρὰ τοῖς βάρεσιν, ὑπὸ τυχόντων τεχνιτῶν ταχέως γίνεσθαι δυνάμενα, εὐδιόρθωτα, δυσεπιβούλευτα, εὐμετάγωγα, ἀσφαλῆ, δυσκάτακτα, εὐσύνθετα πρὸς τὴν χρείαν ὄντα καὶ εὐδιάλυτα. Ταῦτα δὲ πάντα, στρατηγικὴν ἐπιστήμην ὡς πρὸς πολιορκίαν ῥᾳδίως ἐφοδιάζειν δυνάμενα, ἐν