1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

1

∆ιαταγαὶ τῶν ἁγίων ἀποστόλων διὰ Κλήμεντος τοῦ Ῥωμαίων ἐπισκόπου τε καὶ πολίτου ἡ καθολικὴ διδασκαλία.

ΒIΒΛIOΝ A Καθολικὴ διδασκαλία περὶ λαϊκῶν α. Περὶ πλεονεξίας. β. Περὶ τοῦ μὴ ἀνθυβρίζειν ἢ ἀμύνασθαι τὸν ἀδικοῦντα. γ. Περὶ καλλωπισμοῦ καὶ τῆς ἐκεῖθεν ἁμαρτίας. δ. Ὅτι οὐ δεῖ περιεργάζεσθαι τοὺς κακῶς ζῶντας, ἀλλὰ τῷ οἰκείῳ ἔργῳ σχολάζειν. ε. Ποῖα τῆς Γραφῆς βιβλία δεῖ ἀναγινώσκειν. ς. Περὶ τοῦ ἀπέχεσθαι πάντων τῶν ἔξωθεν βιβλίων. ζ. Περὶ γυναικὸς φαύλης. η. Περὶ ὑποταγῆς γυναικὸς πρὸς ἄνδρα καὶ φιλάνδρου καὶ σώφρονος. Περὶ τοῦ μὴ καλλωπίζεσθαι γυναῖκα πιστὴν καὶ ὅπως αὐτὴ ἐν ἀγορᾷ καὶ πανταχοῦ διαγίνεσθαι χρή. θ. Περὶ τοῦ μὴ συλλούεσθαι ἀνδράσι γυναῖκα. ι. Περὶ μαχίμου καὶ γλωσσώδους γυναικός. [Πρ.] Oἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι πᾶσι τοῖς ἐξ ἐθνῶν πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ τοῦ παντοκράτορος Θεοῦ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πληθυνθείη ἐν ἐπιγνώσει αὐτοῦ. Θεοῦ φυτεία ἡ καθολικὴ Ἐκκλησία καὶ ἀμπελὼν αὐτοῦ ἐκλεκτός, οἱ πεπιστευκότες εἰς τὴν ἀπλανῆ θεοσέβειαν αὐτοῦ, οἱ τὴν αἰώνιον καρπούμενοι διὰ πίστεως βασιλείαν αὐτοῦ, δύναμιν αὐτοῦ εἰληφότες καὶ μετουσίαν ἁγίου Πνεύμα τος, ὡπλισμένοι διὰ Ἰησοῦ καὶ ἐνστερνισμένοι τὸν φόβον αὐτοῦ, ῥαντίσματος μέτοχοι τοῦ τιμίου καὶ ἀθώου αἵματος τοῦ Χριστοῦ, οἱ παρρησίαν εἰληφότες τὸν παντοκράτορα Θεὸν πατέρα καλεῖν, συγκληρονόμοι καὶ συμμέτοχοι τοῦ ἠγαπημένου Παιδὸς αὐτοῦ· ἀκούσατε διδασκαλίαν ἱεράν, οἱ ἀντεχόμενοι τῆς ἐπαγγελίας αὐτοῦ ἐκ προστάγματος τοῦ Σωτῆρος, ὁμοστοίχως ταῖς ἐνδόξοις φθογγαῖς αὐτοῦ. Φυλάσσεσθε, οἱ Θεοῦ υἱοί, πάντα εἰς ὑπακοὴν Θεοῦ πράσσειν, καὶ γίνεσθε εὐάρεστοι ἐν πᾶσι Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἐὰν γάρ τις ἀνομίαν μεταδιώκῃ καὶ τὰ ἐναντία τῷ θελήματι τοῦ Θεοῦ ποιῇ, ὡς παράνομον ἔθνος τῷ Θεῷ ὁ τοιοῦτος λογισθήσεται. Ἀπέχεσθε οὖν πάσης πλεο νεξίας καὶ ἀδικίας· καὶ γὰρ ἐν τῷ Νόμῳ γέγραπται· «Oὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου οὐδὲ τὸν ἀγρὸν