Dialogus cum Nestorio ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ∆ΙΑΛΕΞΙΣ ΠΡΟΣ ΝΕΣΤΟΡΙΟΝ ΟΤΙ
ΘΕΟΤΟΚΟΣ Η ΑΓΙΑ ΠΑΡΘΕΝΟΣ ΚΑΙ ΟΥ ΧΡΙΣΤΟΤΟΚΟΣ.
76.249
{ΝΕΣΤΟΡΙΟΣ.}Οταν ἡ θεία Γραφὴ διαλέγηται γέννησιν Χριστοῦ ἐκ Μαρίας τῆς παρθένου [η] θάνατον, οὐδαμοῦ τεθεῖσα φαίνεται Θεοῦ, ἀλλὰ Χριστοῦ η Κυρίου η ̓Ιησοῦ, ἐπειδὴ τὰ τρία ταῦτα τῶν δύο φύσεων σημαντικὰ, ποτὲ μὲν ταύτης, ποτὲ δὲ ἐκείνης· οιόν τι λέγω·Οταν τὴν ἐκ Παρθένου γέννησιν ἡμῖν τοῦ Χριστοῦ μηνύει [ξοδ. μηνύων] ὁ ̓Απόστολος, λέγει· ̓Εξαπέστειλεν ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν γενόμενον ἐκ γυναικός· οὐκ ειπε δὲ, ̓Εξαπέστειλε τὸν Θεὸν Λόγον· λαμβάνει δὲ τὸ ονομα τὸ μηνύον τὰς δύο γενέσεις, ητοι Θεὸν [ξοδ. Θεὸς] καὶ ανθρωπον, ἐπειδὴ διπλοῦς ἐστιν ὁ Χριστός· Υἱὸν γὰρ Θεοῦ ἐγέννησεν ἡ Παρθένος, καθότι εφησεν· ̔Υμεῖς δὲ θεοί ἐστε καὶ υἱοὶ ̔Υψίστου πάντες· οθεν Χριστοτόκον, Κυριοτόκον, ἀνθρωποτόκον ἐμάθομεν ἀπὸ τῆς Γραφῆς λέγειν, Θεοτόκον δὲ οὐδαμῶς ἐδιδάχθημεν λέγειν τὴν ἁγίαν Παρθένον. {ΚΥΡΙΛΛΟΣ.} ̔Ησαΐας βοᾷ ἐν Πνεύματι λέγων· ̓Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ εξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ονομα αὐτοῦ ̓Εμμανουὴλ, ο ἐστι 76.252 μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός· Θεὸς ουν ὁ τεχθεὶς, καν θέλῃς, καν μὴ θέλῃς. {ΝΕΣΤ.} ̔Ο αγγελος τῷ ̓Ιωσὴφ ειπεν· ̓Αναστὰςπαράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αιγυπτον, καὶ ισθι ἐκεῖ εως αν ειπω σοι· οὐκ ειπε δὲ, Παράλαβε τὸν Θεὸν καὶ τὴν μητέρα αὐτοῦ. {ΚΥΡ.} ̓Αλλ' ὁ ἀρχάγγελος Γαβριὴλ πρὸς τὴν Παρθένον λέγει· Πνεῦμα αγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ̔Υψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ αγιον, υἱὸς ̔Υψίστου κληθήσεται. {ΝΕΣΤ.} ̔Ο ̓Απόστολος εφη· ̔Εαυτὸν ἐκένωσε,μορφὴν δούλου λαβών· οπερ ἐστὶ τὸ ἡμέτερον ἐνδυσάμενος σῶμα, ενθα προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις, ὡς Κυριακὸς ανθρωπος. {ΚΥΡ.} Πᾶν τὸ γενόμενον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· οὐκ ἀναιρεῖ δὲ τῆς γεννήσεως παράδοξον· ὡς γὰρ ὁ Θεὸς τίκτει θεϊκῶς, ουτω καὶ ἡ θεοπρεπὴς Παρθένος ετεκεν ἐν σαρκὶ τὸν ἐκ Θεοῦ Θεὸν Λόγον. {ΝΕΣΤ.} Πᾶσα μήτηρ τὸ ὁμοούσιον αὐτῆς τίκτει· οὐκ εστιν ουν αὐτοῦ μήτηρ, εἰ μὴ αὐτὸς ὁμοούσιος αὐτῆς ὑπάρχει· πῶς γὰρ αὐτοῦ μήτηρ τοῦ ἀλλοτρίου τῆς οὐσίας αὐτῆς ὑπάρχοντος [ξοδ. τὸ ἀλλότριον ὑπάρχον]; {ΚΥΡ.} ̔Ημᾶς ἐκ Παρθένου καὶ ἐκ Πνεύματος ἁγίου ενα Υἱὸν ἐδιδάχθημεν ὁμολογεῖν, ὁμοούσιον τῇ μητρὶ ὡς τῷ Πατρὶ, καθὼς οἱ Πατέρες εἰρήκασιν. {ΝΕΣΤ.} ∆ιαιρῶ τὰς φύσεις, ἑνῶ τὴν προσκύνησιν, ἐπειδὴ ἀχώριστος τοῦ φαινομένου Θεός· διὰ τοῦτο οὐ χωρίζω τὴν τιμήν. {ΚΥΡ.} ̔Ο διαιρῶν τὰς φύσεις, δύο υἱοὺς λέγει, μὴ πιστεύων τῇ Γραφῇ λεγούσῃ, οτι ̔Ο Λόγος σὰρξ ἐγένετο. {ΝΕΣΤ.} Παῦλος λέγει ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γενέσθαι ̓Ιησοῦν, πιστὸν οντα τῷ ποιήσαντι ἑαυτὸν, θυσίαν ἑαυτὸν προσέφερεν ὑπὲρ ἑαυτοῦ ὡς ὑπὲρ τοῦ λαοῦ· οθεν ἀρχιερεὺς καθίσταται τὰ πρὸς τὸν Θεόν. {ΚΥΡ.} Παῦλος λέγει· Χριστὸς απαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται. Καὶ πάλιν· ̔Αμαρτίαν οὐκ ἐποίησεν, καὶ δόλος οὐχ ὑπῆρχεν ἐν τῷ στόματι αὐτοῦ· καὶ ἰδοὺ αὐτὸς ἑαυτὸν προσφέρει ὑπὲρ ἡμῶν· ιδε ουν οὐχ ὑπὲρ ἑαυτοῦ ἀνήνεγκεν αὑτὸν, ἀλλ' ὑπὲρ τοῦ λαοῦ. {ΝΕΣΤ.} Αὐτοῦ λέγοντος· ̔Ο τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αιμα, ζήσεται δι' ἐμοῦ, καθὼς ἐγὼ ζῶ διὰ τὸν ἀποστείλαντά με Πατέρα. 76.253 Τίνα ουν ἐσθίεις, αἱρετικέ; τὴν θεότητα, η τὴν ἀνθρωπότητα; Οὐκ ειπε γὰρ ὁ Χριστὸς, ̔Ο τρώγων μου τὴν θεότητα, ἀλλὰ, Τὴν σάρκα. {ΚΥΡ.} ̓Εγὼ μὲν πίστει μεταλαμβάνω τὴν τοῦ ζωοποιοῦ Λόγου ζωοποιοῦσαν σάρκα· οθεν ὁ Σωτὴρ εφη· Οἱ ἐσθίοντες ἐκ τούτου τοῦ αρτου, οὐ μὴ γεύσωνται θανάτου εἰς τὸν αἰῶνα· οἱ