Epistula ad Theodosium imperatorem
Τοιγαροῦν ὁμολογοῦμεν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ θεὸν τέλειον, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα. ∆ύο γὰρ φύσεων ἕνωσις γέγονεν, ὅθεν ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον ὁμολογοῦμεν. Καὶ εἰ δοκεῖ, δειξώμεθα εἰς παράδειγμα τὴν καθ' ἡμᾶς αὐτοὺς σύνθεσιν καθ' ἣν ἐσμὲν ἄνθρωποι. Συντεθείμεθα γὰρ ἐκ ψυχῆς καὶ σώματος καὶ ὁρῶμεν φύσεις δύο, ἑτέραν μὲν τοῦ σώματος, ἑτέραν δὲ τῆς ψυχῆς, ἀλλ' εἷς ἐξ ἀμφοῖν καθ' ἕνωσιν ἄνθρωπος καὶ οὐχὶ τὸ ἐκ δύο φύσεων συντεθεῖσθαι δύο ἀνθρώπους τὸν ἕνα νοεῖσθαι παρασκευάζει, ἀλλ' ἕνα ἄνθρωπον. Ἐὰν γὰρ ἀνέλωμεν τὸ ὅτι ἐκ δύο καὶ διαφόρων φύσεων ὁ εἷς καὶ μόνος ἐστὶ Χριστός, ἐροῦσιν οἱ δι' ἐναντίας· εἰ μία φύσις τὸ ὅλον, πῶς ἐνηνθρώπησεν ἢ ποίαν δὲ ἀνεποιήσατο σάρκα; Τοὺς δὲ λέγοντας ὅτι κρᾶσις ἢ σύγχυσις ἢ φυρμὸς ἐγένετο τοῦ θεοῦ λόγου πρὸς τὴν σάρκα, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.