Expositio in Psalmos Κυρίλλου Ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τοὺς ψαλμούς.
Ἱεροὶ μὲν λόγοι καὶ τῶν θείων ἄθροισις μαθημάτων εὐκλεᾶ τοῖς εἰρηκόσιν περιποιοῦσι τὴν ὄνησιν, Κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. χρῆναι δὲ οἶμαι πονεῖν καὶ μάλα προθύμως ἔν γε δὴ τοῖς οὕτως ὀνησιφόροις, ὄκνου τε εἶναι καὶ ῥᾳθυμίας κρείττονα τὸν ἀξιαγάστων ἐρῶντα πραγμάτων· οὐ γὰρ τοῖς εἰωθόσιν ἀναπίπτειν εἰς ῥᾳθυμίαν ἁλώσιμα γένοιτ' ἂν τὰ ἐξαίρετα τῶν κατορθωμάτων, ἀλλὰ τοῖς ἱδροῦν ἐθέλουσι περὶ αὐτῶν. ἔνθεν τοι κἀγὼ παρατέθηγμαι καὶ νῦν ἐπί γε τὸ δεῖν ὀλίγα ἄττα κατὰ δύναμιν καὶ εἰς τὴν τῶν ψαλμῶν ἀφηγήσασθαι βίβλον, σφόδρα γὰρ αὐτὴν θαυμάσας ἔχω. γεγράφασι μὲν ἤδη προφθάσαντές τινες, λείπει δὲ οὐδὲν γύμνασμα θεοφιλὲς καὶ ἡμῖν γε προβαλέσθαι τὴν συγγραφήν.
Πᾶσα μὲν οὖν γραφὴ θεόπνευστος καταπλουτεῖ τὸ ἐπωφελές, ἀπευθύνει γὰρ εἰς τὸ τῷ Θεῷ δοκοῦν, καὶ τῆς ἐξαιρέτου ζωῆς ἀκριβῆ τὴν εἴδησιν ἐνεργάζεται· ἐξαιρέτως γε μὴν ἡ τῆς μελῳδίας συγγραφὴ μονονουχὶ καὶ καταμεθύει τοῖς περὶ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ διηγήμασι, καὶ τὸ τῆς ἐνανθρωπήσεως μυστήριον λεπτῶς τε καὶ κατερρινημένως προαναφωνεῖ παραλιμπάνουσα τῶν γεγονότων τὸ σύμπαν οὐδέν. πάντα γὰρ ἀφηγεῖται σαφῶς, τάς τε τοῦ Σωτῆρος διδασκαλίας καὶ αὐτὰς δὲ τὰς θεοσημείας, καὶ προσέτι τούτοις τὰς εἰς αὐτὸν γεγενημένας τῶν Ἰουδαίων παροινίας, τὸν σταυρὸν καὶ τὰ ἐν αὐτῷ, τοὺς ὀνειδισμοὺς καὶ τὸν μυκτηρισμόν, τὴν εἰς ᾅδου κάθοδον, τὴν λύτρωσιν τῶν κάτω πνευμάτων, τὴν ἐκ νεκρῶν ἀνάστασιν, τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν, τὴν ἀπόστασιν τῶν ἐξ Ἰσραήλ, τὰς συμφοράς, τὴν ἅλωσιν τῆς Ἱερουσαλήμ, τὴν ἐπὶ παντὶ τῷ ἔθνει γεγενημένην ἀποστροφήν, τὸ κατάλειμμα τὸ περισεσω σμένον, τῶν ἁγίων ἀποστόλων τὴν ἀνάρρησιν, τὴν πνευματικὴν ἱερουργίαν, τὴν τῶν ἐθνῶν κλῆσιν, τὴν ἑπομένην μετὰ τοῦτο τοῦ Ἰσραὴλ διὰ πίστεως ἐπιστροφήν, τὰς εἰς ὕστερον τοῖς ἁγίοις ἐσομένας τιμάς, τὴν ἄνω πόλιν, τὴν εἰς ἀφθαρσίαν ἀναδρομὴν τῶν ἀπὸ γῆς σωμάτων· καὶ ἅπαξ ἁπλῶς πᾶν ὅπερ ἐστὶν εἰς ὄνησίν τε καὶ σωτηρίαν τελοῦν τοῖς ἐντευξομένοις, τοῦτο σαφῶς τε καὶ ἀπλανῶς καὶ ὡς ἐξ ἁγίου Πνεύματος ἀφηγεῖσθαι σκοπὸς αὐτῇ. Ἰστέον δὲ ὅτι προφήτης ὑπάρχων ὁ θεσπέσιος ∆αυὶδ καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, καθὼς γέγραπται, τοῖς περὶ Χριστοῦ διηγήμασιν ἐμφιλοχωρεῖ. ἐντεῦθεν οἶμαι παρελθεῖν αὐτὸν καὶ εἴς γε τὸ δεῖν ᾠδὰς συντιθέναι καὶ μέλη δοξολογίας. καὶ οὐκ ἀπᾳδόντως τῷ νόμῳ τὸ χρῆμα ἐπράττετο. προστέταχε δὲ μετὰ τῶν ἄλλων καὶ τοῦτο, καὶ γοῦν τὸν ἐφ' ἑκάστῃ θυσίᾳ τεθεσμοθέτηκε τρόπον. διαμέμνηται δὲ καὶ θυσίας αἰνέσεως, ἣν καὶ ὀνομάζει σωτηρίου, γέγραπται γὰρ ὅτι Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. ἔφη δὲ οὕτω ὁ Θεὸς πρὸς τὸν ἱεροφάντην Μωϋσέα· Οὗτος ὁ νόμος θυσίας σωτηρίου, ἣν προσοίσουσι Κυρίῳ. ἐὰν μὲν περὶ αἰνέσεως προσφέρῃ αὐτήν, καὶ προσοίσει περὶ τῆς θυσίας τῆς αἰνέσεως ἄρτους ἐκ σεμιδάλεως ἀναπεποιημένους ἐν ἐλαίῳ καὶ λάχανα ἄζυμα κεχρισμένα ἐλαίῳ καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ· ἐπ' ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου. καίτοι προστέταχεν ἐναργῶς ἐν ἑτέροις ἀπροσκόμιστον εἶναι τῷ Θεῷ τὸ ἐζυμωμένον· ἔφη γὰρ οὕτως, ὅτι Πᾶσαν ζύμην καὶ πᾶν μέλι οὐ προσοίσετε τῷ Θεῷ. δῶρον ἀπαρχῆς προσοίσετε αὐτά, ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναβήσεται εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ. εἶτα πῶς ἐπ' ἄρτοις ζυμίταις ἡ τοῦ σωτηρίου καὶ ἡ τῆς αἰνέσεως τελεῖται θυσία; μυστικὸν ἔχει τὸν λόγον·