Sermo ad Alexandrinos
Τοῦ αὐτοῦ ἁγίου Κυρίλλου ἐκ τῆς πρώτης ὁμιλίας τῆς ὅτι οὐ χρὴ λέγειν ἄνθρωπον θεοφόρον, ἀλλὰ Θεὸν ἐνανθρωπήσαντα.
Μέγας ἦν ὄντως ὁ μακάριος Μωϋσῆς· ἤκουσε γὰρ Θεοῦ λέγοντος "Οἶδά σε
παρὰ πάντας, καὶ χάριν εὗρες παρ' "ἐμοί·" ἀλλ' ἦν ὡς οἰκέτης ἐν οἴκῳ πιστός· ἀξιάγαστος ἦν ὁ προφήτης Σαμουὴλ, ἀλλ' ἦν ἐναρίθμιος "τοῖς ἐπικαλου"μένοις" τὸν τῶν ὅλων Θεόν· ἅγιοι γεγόνασιν οἱ μακάριοι προφῆται, πλὴν ὁμολογοῦσι τὸ τῆς δουλείας μέτρον, καὶ τὴν οἰκέταις πρέπουσαν ἀνεπλήρουν οἰκονομίαν, τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ λόγους τοῖς τὸ τηνικάδε διαπορθμεύοντες, μᾶλλον δὲ καὶ ἡμῖν αὐτοῖς· διακεκράγασι γὰρ ἀεί Τάδε λέγει Κύριος· ἔφη δέ που καὶ αὐτὸς ὁ Χριστὸς περὶ τοῦ μακαρίου Βαπτιστοῦ "Μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου τοῦ "βαπτιστοῦ οὐκ ἐγήγερται·" ὁ δὲ, καίτοι κατὰ τὴν ἀψευδῆ τοῦ Σωτῆρος φωνὴν τὴν ἄνω τάξιν ἐν δικαιοσύνῃ λαχὼν, οὐκ ἠγνόησε τὴν ὑπεροχὴν, ὡμολόγησε τὸν δεσπότην, παρεχώρησε τὸ νικᾶν τῇ δόξῃ Χριστοῦ· ἔφη γὰρ ἐναργῶς "Οὗτος ἦν περὶ οὗ εἶπον ἐγώ Ὀπίσω μου ἔρχεται ἀνὴρ, "οὗ οὐκ εἰμὶ ἄξιος λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων "αὐτοῦ." πλείστων οὖν ἁγίων ἐν ἑαυτοῖς ἐσχηκότων τὸν τοῦ Θεοῦ Λόγον, περὶ οὐδενὸς ἐκείνων γέγραπται ὅτι "̔Ο "Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν," ἐπ' οὐδενὶ τῶν ἁγίων προφητῶν τὰς ἄνω δυνάμεις χορευούσας εὑρήσομεν· τίνος γὰρ εἰπέ μοι γεννηθέντος "πλῆθος οὐρανίου 460 "στρατιᾶς" τὰς ὑπὲρ ἡμῶν ἐποιήσατο χαριστηρίους ᾠδάς; ἐπὶ μόνῳ τῷ Ἐμμανουὴλ εἰρήκασι "∆όξα ἐν ὑψίστοις Θεῷ, "καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία·" ἐν πολλοῖς οὖν, ὡς ἔφην, ἁγίοις κατοικήσαντος τοῦ Θεοῦ, ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων ὁ τοῦ Θεοῦ Λόγος ἐπιδημῆσαι λέγεται, ἅπαξ γέγονεν ἄνθρωπος, καὶ περὶ ἑνὸς ὁ προφήτης φησίν " ̓Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν, καὶ "καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·" εἷς ἡμᾶς καὶ μόνος "ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος "ὑπὲρ ἡμῶν κατάρα·" ἕνα δέδωκεν Υἱὸν ὑπὲρ ἡμῶν ὁ Πατήρ· εἷς Υἱὸς τέθεικεν ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχήν· εἷς ἐσταυρώθη καὶ ἀνεβίω, τοῦ θανάτου πατήσας τὸ κράτος. οὐκοῦν ἐν σαρκὶ γεγονότα κατὰ ἀλήθειαν, ἤγουν ἑνωθέντα τῇ σαρκὶ τὸν τοῦ Θεοῦ Λόγον ἐπιγινώσκομεν· καὶ οὐκ ἄνθρωπον εἶναί φαμεν θεοφόρον τὸν Ἐμμανουήλ· ὁμολογοῦμεν δὲ ὅτι Θεὸς ὢν φύσει, μορφὴν δούλου λαβὼν, γέγονε καὶ υἱὸς ἀνθρώπου· καί ἐστιν ὁ αὐτὸς Θεός τε ὁμοῦ καὶ ἄνθρωπος.