ΤΩι ΣΥΜΠΡEΣΒΥΤEΡΩι ΤIΜOΘEΩι ∆IOΝΥΣIOΣ O ΠΡEΣΒΥΤEΡOΣ
ΠEΡI ΤHΣ EΚΚΛHΣIAΣΤIΚHΣ IEΡAΡΧIAΣ
<I.> <1> Ὅτι μὲν ἡ καθ' ἡμᾶς ἱεραρχία, παίδων ἱερῶν ἱερώτατε, τῆς ἐνθέου καὶ θείας ἐστὶ καὶ θεουργικῆς ἐπιστήμης καὶ ἐνεργείας καὶ τελειώσεως, ἐκ τῶν ὑπερκοσμίων καὶ ἱερωτάτων ἡμᾶς ἀποδεῖξαι λογίων χρὴ τοῖς τῆς ἱερᾶς μυσταγωγίας τὴν τελετὴν ἐξ ἱεραρχικῶν μυστηρίων καὶ παραδόσεων τετελεσμένοις. Ἀλλ' ὅρα, ὅπως οὐκ ἐξορχήσῃ τὰ ἅγια τῶν ἁγίων, εὐλαβηθήσῃ δὲ καὶ τὰ τοῦ κρυφίου θεοῦ ταῖς νοεραῖς καὶ ἀοράτοις γνώσεσι τιμήσεις ἀμέθεκτα μὲν αὐτὰ καὶ ἄχραντα τοῖς ἀτελέστοις διατηρῶν, ἱεροῖς δὲ μόνοις τῶν ἱερῶν μεθ' ἱερᾶς ἐλλάμψεως ἱεροπρεπῶς κοινωνῶν. Oὕτω γάρ, ὡς ἡ θεολογία τοῖς θιασώταις ἡμῖν παραδέδωκε, καὶ αὐτὸς Ἰησοῦς, ὁ θεαρχικώτατος νοῦς καὶ ὑπερούσιος, ἡ πάσης ἱεραρχίας ἁγιαστείας τε καὶ θεουργίας ἀρχὴ καὶ οὐσία καὶ θεαρχικωτάτη δύναμις, ταῖς τε μακαρίαις καὶ ἡμῶν κρείττοσιν οὐσίαις ἐμφανέστερον ἅμα καὶ νοερώτερον ἐλλάμπει καὶ πρὸς τὸ οἰκεῖον αὐτὰς ἀφομοιοῖ κατὰ δύναμιν φῶς ἡμῶν τε τῷ πρὸς αὐτὸν ἀνατεινομένῳ καὶ ἡμᾶς ἀνατείνοντι τῶν καλῶν ἔρωτι συμπτύσσει τὰς πολλὰς ἑτερότητας καὶ εἰς ἑνοειδῆ καὶ θείαν ἀποτελειώσας ζωὴν ἕξιν τε καὶ ἐνέργειαν ἱεροπρεπῆ δωρεῖται τῆς θείας ἱερωσύνης τὴν δύναμιν, ἐξ ἧς ἐπὶ τὴν ἁγίαν ἐρχόμενοι τῆς ἱερατείας ἐνέργειαν ἐγγύτεροι μὲν αὐτοὶ γινόμεθα τῶν ὑπὲρ ἡμᾶς οὐσιῶν τῇ κατὰ δύναμιν ἀφομοιώσει τοῦ μονίμου τε καὶ ἀνεξαλλάκτου τῆς αὐτῶν ἱερᾶς ἱδρύσεως καὶ ταύτῃ πρὸς τὴν μακαρίαν Ἰησοῦ καὶ θεαρχικὴν αὐγὴν ἀναβλέψαντες ὅσα τε ἰδεῖν ἐφικτὸν ἐποπτεύσαντες ἱερῶς καὶ τῆς τῶν θεαμάτων γνώσεως ἐλλαμφθέντες τὴν μυστικὴν ἐπιστήμην ἀφιερώμενοι καὶ ἀφιερωταὶ φωτοειδεῖς καὶ θεουργικοὶ τετελεσμένοι καὶ τελεσιουργοὶ γενέσθαι δυνησόμεθα. <2> Τίς μὲν οὖν ἡ τῶν ἀγγέλων ἐστὶ καὶ ἀρχαγγέλων ἱεραρχία καὶ τῶν ὑπερκοσμίων ἀρχῶν τε καὶ ἐξουσιῶν καὶ δυνάμεων κυριοτήτων τε καὶ θείων θρόνων ἢ τῶν ὁμοταγῶν τοῖς θρόνοις οὐσιῶν, ἃς ἡ θεολογία προσεχῶς καὶ ἀεὶ περὶ θεόν τε εἶναι καὶ μετὰ θεοῦ παραδίδωσι Χερουβὶμ αὐτὰς Ἑβραίων φωνῇ καὶ Σεραφὶμ ὀνομάζουσα, ταῖς τῶν διακόσμων αὐτῶν καὶ ἱεραρχιῶν ἁγίαις τάξεσι καὶ διαιρέσεσι περιτυγχάνων εὑρήσεις, ἐν τούτοις ἡμῶν οὐκ ἐπαξίως μὲν ὡς ἐφικτὸν δὲ καὶ ὡς ἡ θεολογία τῶν ἱερωτάτων γραφῶν ὑφηγήσατο, τὴν κατ' αὐτοὺς ἱεραρχίαν ἀνυμνηκότων. Τοσοῦτον δὲ ὅμως εἰπεῖν ἀναγκαῖον, ὡς ἐκείνη τε καὶ πᾶσα καὶ ἡ νῦν ὑμνουμένη παρ' ἡμῶν ἱεραρχία μίαν ἔχει καὶ τὴν αὐτὴν διὰ πάσης τῆς ἱεραρχικῆς πραγματείας τὴν δύναμιν, αὐτόν τε τὸν ἱεράρχην, ὡς ἡ κατ' αὐτὸν οὐσία καὶ ἀναλογία καὶ τάξις ἔχει, τελεσθῆναι κατὰ τὰ θεῖα καὶ θεωθῆναι καὶ τοῖς ὑποβεβηκόσι μεταδοῦναι κατ' ἀξίαν ἑκάστῳ τῆς ἐγγενομένης αὐτῷ θεόθεν ἱερᾶς θεώσεως τούς τε ὑποβεβηκότας ἕπεσθαι μὲν τοῖς κρείττοσιν, ἀνατείνειν δὲ τοὺς ἥττους ἐπὶ τὰ πρόσω, τοὺς δὲ καὶ προϊέναι καὶ ὡς δυνατὸν ἑτέροις ἡγεῖσθαι, καὶ διὰ ταύτης τῆς ἐνθέου καὶ ἱεραρχικῆς ἁρμονίας τοῦ ὄντως ὄντος καλοῦ καὶ σοφοῦ καὶ ἀγαθοῦ μετέχειν ἕκαστον ὅση δύναμις. Ἀλλ' αἱ μὲν ὑπὲρ ἡμᾶς οὐσίαι καὶ τάξεις, ὧν ἤδη μνήμην ἱερὰν ἐποιησάμην, ἀσώματοί τέ εἰσι καὶ νοητὴ καὶ ὑπερκόσμιός ἐστιν ἡ κατ' αὐτὰς ἱεραρχία, τὴν καθ' ἡμᾶς δὲ ὁρῶμεν ἀναλόγως ἡμῖν αὐτοῖς τῇ τῶν αἰσθητῶν συμβόλων ποικιλίᾳ πληθυνομένην, ὑφ' ὧν ἱεραρχικῶς ἐπὶ τὴν ἑνοειδῆ θέωσιν ἐν συμμετρίᾳ τῇ καθ' ἡμᾶς ἀναγόμεθα [θεόν τε καὶ θείαν ἀρετήν]. Aἱ μὲν ὡς νόες νοοῦσι κατὰ τὸ αὐταῖς θεμιτόν, ἡμεῖς δὲ αἰσθηταῖς εἰκόσιν ἐπὶ τὰς θείας ὡς δυνατὸν ἀναγόμεθα θεωρίας, ἀληθῶς τε εἰπεῖν ἓν μέν ἐστιν οὗ πάντες οἱ ἑνοειδεῖς ἐφίενται, μετέχουσι δὲ οὐχ ἑνιαίως ταὐτοῦ τε καὶ ἑνὸς ὄντος, ἀλλ' ὡς ἑκάστῳ τὰ θεῖα ζυγὰ διανέμει κατ' ἀξίαν τὴν ἀποκλήρωσιν. Ἀλλὰ ταῦτα μὲν ἡμῖν ἐν τῇ Περὶ νοητῶν τε καὶ αἰσθητῶν πραγματείᾳ διεξοδικώτερον εἴρηται, νῦν δὲ τὴν καθ' ἡμᾶς ἱεραρχίαν ἀρχήν τε αὐτῆς καὶ οὐσίαν