Fragmenta historica
1.5 Ἀνεγνώσθη Εὐναπίου Χρονικῆς ἱστορίας τῆς μετὰ ∆έξιππον νέας ἐκδόσεως ἐν βιβλίοις τεσσαρεσκαίδεκα. ἄρχεται μὲν τῆς ἱστορίας ἀπὸ τῆς Κλαυδίου βασιλείας, ἐς ὃν ∆εξίππῳ ἡ ἱστορία καταλήγει, ἀποτελευτᾷ δὲ εἰς τὴν Ὁνωρίου καὶ Ἀρκαδίου τῶν Θεοδοσίου παίδων βασιλείαν, ἐκεῖνον τὸν χρόνον τέλος τῆς ἱστορίας ποιησάμενος, ὃν Ἀρσάκιος μὲν τοῦ χρυσοῦ τῆς ἐκκλησίας στόματος Ἰωάννου ἀπελαθέντος εἰς τὸν ἀρχιερατικὸν θρόνον ἀνηγμένος ἱεράτευεν, ἡ δὲ τοῦ βασιλεύοντος Ἀρκαδίου γυνὴ κατὰ γαστρὸς ἔχουσα καὶ ἀμβλώσασα τὸν βίον ἀπέλιπεν. οὗτος ὁ Εὐνάπιος Σαρδιανὸς μὲν γένος ἐστί· τὰς γὰρ ἐν Λυδίᾳ Σάρδεις ἔσχε πατρίδα· δυσσεβὴς δὲ τὴν θρησκείαν ὤν, τὰ Ἑλλήνων γὰρ ἐτίμα, τοὺς μὲν εὐσεβείᾳ τὴν βασιλείαν κοσμήσαντας παντὶ τρόπῳ καὶ ἀνέδην κακίζων διασύρει, καὶ μάλιστά γε τὸν μέγαν Κωνσταντῖνον, ἐξαίρει δὲ τοὺς δυσσεβεῖς, καὶ τῶν ἄλλων πλέον Ἰουλιανὸν τὸν παραβάτην, καὶ σχεδόν τι τὸ τῆς ἱστορίας αὐτῷ εἰς τὸ ἐκείνου ἐγκώμιον συντεθὲν ἐξεπονήθη. ἔστι δὲ καλλιεπὴς τὴν φράσιν, εἰ περιέλοι τις αὐτῷ τῶν λόγων τὸ ἀλεκτρυονῶδες καὶ ἐλαφωδέστερον καὶ συωδέστερον, καὶ δὴ καὶ 1.6 τοὺς ἱερακώδεις καὶ κορακώδεις καὶ πιθηκώδεις καὶ τὸ ποταμῶδες δάκρυον καὶ τὰ ὅμοια· τούτοις γὰρ καὶ τὴν ἄλλην τῶν ὀνομάτων περιλυμαίνεται καὶ διανοθεύει εὐγένειαν. καὶ τροπαῖς μὲν κέχρηται παραβόλως, ὅπερ ὁ τῆς ἱστορίας οὐκ ἐθέλει νόμος, ἀφαιρεῖται δὲ τὸ λυποῦν ἡ τῆς λέξεως ἔμφασις τὰ πολλὰ καὶ ἀστειότης. τῇ συνθήκῃ δὲ καὶ τῷ σαφεῖ πρὸς ἱστορίαν καὶ ταῖς περιόδοις συμμέτρως καὶ οἰκείως ἔχει· πλὴν ἐνιαχοῦ δικανικώτερον μᾶλλον ἢ ἱστορικώτερον μεστοῖ καὶ περιβάλλει τὸν λόγον. νεωτερίζει δ' οὐκ ὀλίγα καὶ περὶ τὰς συντάξεις, πλὴν οὐκ εἰς τὸ ἄχαρι οὐδ' εἰς τὸ ταῖς μεθόδοις λαβὴν ἐπιδοῦναι. ∆ύο δὲ πραγματείας τὴν αὐτὴν περιεχούσας ἱστορίαν συνεγράψατο, πρώτην καὶ δευτέραν. καὶ ἐν μὲν τῇ πρώτῃ πολλὴν κατὰ τῆς καθαρᾶς ἡμῶν τῶν Χριστιανῶν πίστεως κατασπείρει βλασφημίαν καὶ τὴν Ἑλληνικὴν ἀποσεμνύνει δεισιδαιμονίαν, πολλὰ τῶν εὐσεβῶν βασιλέων καθαπτόμενος· ἐν δὲ τῇ δευτέρᾳ, ἣν καὶ νέαν ἔκδοσιν ἐπιγράφει, τὴν μὲν πολλὴν ὕβριν καὶ ἀσέλγειαν, ἣν κατὰ τῆς εὐσεβείας ἐσκέδαζεν, ὑποτέμνεται, τὸ δὲ λοιπὸν τῆς συγγραφῆς σῶμα συνείρας νέαν ἔκδοσιν, ὡς ἔφημεν, ἐπιγράφει, ἔτι πολλὰ τῆς ἐκεῖσε λύσσης ὑποφαίνουσαν. ἀμφοῖν δὲ ταῖς ἐκδόσεσιν ἐν παλαιοῖς ἐνετύχομεν βιβλίοις, ἰδίως ἑκατέρᾳ ἐν ἑτέρῳ τεύχει καὶ ἑτέρῳ συντεταγμένῃ· ἐξ ὧν αὐτῶν καὶ τὴν διαφορὰν ἀναλεξάμενοι ἔγνωμεν. συμβαίνει οὖν ἐν τῇ νέᾳ ἐκδόσει πολλὰ τῶν χωρίων διὰ τὰς γεγενημένας τῶν ῥητῶν περικοπὰς ἀσαφῶς ἐκκεῖσθαι, καίτοι φροντιστής ἐστι τοῦ σαφοῦς· ἀλλ' ὅτῳ τρόπῳ λέγειν οὐκ ἔχω, μὴ καλῶς κατὰ τὰς περικοπὰς ἁρμόσας τοὺς λόγους ἐν τῇ δευ 1.7 τέρᾳ ἐκδόσει τὸν νοῦν λυμαίνεται τῶν ἀναγινωσκομένων. ἐν οἷς καὶ τὸ τέλος.
[Photius Bibl. cod. 77. Εἴποι δ' ἄν τις οὐ γράψαι αὐτὸν ἱστορίαν, ἀλλὰ μεταγράψαι τὴν Εὐναπίου, τῷ συντόμῳ μόνον διαφέρουσαν, καὶ ὅτι οὐχ, ὥσπερ ἐκεῖνος, οὕτω καὶ οὗτος Στελίχωνα διασύρει. τὰ δ' ἄλλα κατὰ τὴν ἱστορίαν σχεδόν τι ὁ αὐτὸς καὶ μάλιστα ἐν ταῖς τῶν εὐσεβῶν βασιλέων διαβολαῖς. δοκεῖ δέ μοι καὶ οὗτος δύο ἐκδόσεις, ὥσπερ κἀκεῖνος, πεποιηκέναι· ἀλλὰ τούτου μὲν τὴν προτέραν οὐκ εἶδον· ἐξ ὧν δὲ ἣν ἀνέγνωμεν ἐπέγραψε Νέας ἐκδόσεως συμβαλεῖν ἦν καὶ ἑτέραν αὐτῷ, ὥσπερ καὶ τῷ Εὐναπίῳ, ἐκδεδόσθαι. σαφὴς δὲ μᾶλλον οὗτος καὶ συντομώτερος, ὥσπερ ἔφημεν, Εὐναπίου· καὶ ταῖς τροπαῖς, εἰ μὴ σπάνιον, οὐ κεχρημένος.[Idem cod. 98, de Zosimo.