1
Praeparatio evangelica Α
ΤΑ∆Ε ΤΟ ΠΡΩΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ
1.pin.1 αʹ. Τίς ἡ τῆς εὐαγγελικῆς ὑποθέσεως ἐπαγγελία βʹ. Τίνα πρὸς ἡμᾶς σύνηθες λέγειν τοῖς τὰ καθ' ἡμᾶς διαβάλλειν ἐπιχειροῦσιν γʹ. Ὅτι μὴ ἀνεξετάστως τὰ τοῦ σωτηρίου λόγου φρονεῖν εἱλόμεθα δʹ. Ὅτι μὲ ἀκρίτως ἡμῖν ἡ περὶ τῶν ὠφελιμωτάτων πίστις κατὰ καιρὸν παραλαμβάνεται εʹ. Ὅτι μὴ ἄνευ σώφρονος λογισμοῦ τῆς πατρίου δεισιδαίμονος πλάνης ἀνεχωρήσαμεν ʹ. Ὅσα παρ' Ἕλλησι καὶ οἷα περὶ τῆς πρώτης κοσμογονίας ἀναγράφεται, καὶ ὡς εὐλόγως αὐτῶν ἀνεχωρήσαμεν ζʹ. Ὅσα τοῖς φυσικοῖς φιλοσόφοις περὶ ἀρχῶν διαπεφώνηται καὶ ὡς καὶ τούτων μετὰ κρίσεως ἀπέστημεν ηʹ. Ὅτι πλέον οὐδὲν οἱ παλαιοὶ τῶν κατ' οὐρανὸν φαινομένων ἄστρων ἐθεολόγουν θʹ. Ὅτι μηδεμία τις ἦν αὐτοῖς περὶ θεῶν μυθολογία οὐδέ γε ξοάνων ἵδρυσις ιʹ. Ὅτι νεώτερα τῷ βίῳ παρεισῆκται τὰ περὶ τῶν θεῶν παρὰ τοῖς πολλοῖς τεθρυλημένα ιαʹ. Ἐπιτομὴ τῆς Φοινίκων ἀρχαιολογουμένης θεολογίας καὶ περὶ τῶν ταύτην συγγραψαμένων καὶ ὅτι δικαίως αὐτῆς κατεπτύσαμεν
αʹ. ΤΙΣ Η ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΥΠΟΘΕΣΕΩΣ ΕΠΑΓΓΕΛΙΑ Τὸν χριστιανισμόν, ὅ τι ποτέ ἐστιν, ἡγούμενος τοῖς οὐκ εἰδόσι παραστήσασθαι διὰ τῆς προκειμένης πραγματείας τὴν εὐαγγελικὴν ἀπόδειξιν περιέξειν ἐπαγγελλομένης, τήνδε σοι, θεῖον ἐπισκόπων χρῆμα, Θεόδοτε, φίλη θεοῦ καὶ ἱερὰ κεφαλή, σὺν εὐχαῖς ἐπεφώνησα, εἴ πως ἄρα τῆς παρὰ σοῦ τύχοιμι βοηθείας, ταῖς φιλοθέοις ὑπὲρ ἡμῶν ἱερουργίαις τὰ μεγάλα μοι συμπράττοντος εἰς τὴν προβεβλημένην τῆς εὐαγγελικῆς 1.1.2 διδασκαλίας ὑπόθεσιν. ἀλλὰ γὰρ τί βούλεται τοῦτο δηλοῦν ὅ φαμεν εὐαγγέλιον, πρῶτον ἁπάντων διαρθρῶσαι καλόν. τοῦτο δὴ πᾶσιν ἀνθρώποις τὴν παρουσίαν τῶν ἀνωτάτω καὶ μεγίστων ἀγαθῶν, πάλαι μὲν προηγορευμένων, νεωστὶ δὲ τοῖς πᾶσιν ἐπιλαμψάντων, εὐαγγελίζεται, οὐ τὸν οὐ βλέποντα πλοῦτον οὐδὲ τὴν σμικρὰν καὶ πολυπαθῆ ταύτην ζωὴν προξενοῦν οὐδ' ὅσα σώματος καὶ φθορᾶς οἰκεῖα, τὰ δὲ ψυχαῖς νοερὰν οὐσίαν κεκτημέναις φίλα τε καὶ προσήγορα, ὧν καὶ τὰ σωμάτων 1.1.3 ἐξῆπται, σκιᾶς ἐφεπόμενα δίκην. εἴη δ' ἂν τούτων τὸ κεφάλαιον εὐσέβεια, οὐχ ἡ ψευδώνυμος καὶ πολυπλανής, ἀλλ' ἡ σὺν ἀληθείᾳ τὴν προσηγορίαν ἐπιγραφομένη. ἔστιν δὲ αὕτη ἡ πρὸς τὸν ἕνα καὶ μόνον ὡς ἀληθῶς ὁμολογούμενόν τε καὶ ὄντα θεὸν ἀνάνευσις καὶ ἡ κατὰ τοῦτον ζωῆς ἔξαψις, ᾗ καὶ ἡ πρὸς αὐτὸν ἐγγίνεται φιλία, ᾗ παρέπεται τὸ θεοφιλὲς ὄντως καὶ τρισμακάριον τέλος, ἄνωθεν ἐκ τῶν κρειττόνων ἀπῃωρημένον καὶ πρὸς αὐτὰ διακυβερνώμενον καὶ αὖ πάλιν εἰς αὐτὰ καταλῆ1.1.4 γον. τί οὖν ἂν γένοιτο τῆς ἀγαθῆς ταύτης καὶ πανολβίου θεοφιλίας μακαριστότερον; οὐχὶ καὶ ζωῆς αὐτὸς καὶ φωτὸς καὶ ἀληθείας καὶ πάντων ἀγαθῶν ταμίας τε καὶ χορηγὸς τοῖς πᾶσι καθέστηκεν; οὐχὶ καὶ τοῦ εἶναι τὰ πάντα καὶ τοῦ ζῆν αὐτὸς τὴν αἰτίαν περιείληφεν; τῷ δὴ οὖν τὴν πρὸς αὐτὸν στειλαμένῳ φιλίαν τί ἂν ἔτι λείποιτο; τίνος δ' ἂν ὑστεροῖτο ὁ τῶν ὄντως ἀγαθῶν τὸν δημιουργὸν ἐξῳκειωμένος; ἢ τίνος ἂν ἐλαττοῖτο ὁ καὶ πατρὸς ἐν χώρᾳ καὶ κηδεμόνος τὸν μέγαν προστάτην καὶ 1.1.5 παμβασιλέα τῶν ὅλων ἐπιγραφόμενος; ἀλλ' οὐκ ἔστιν εἰπεῖν ὅ τι μὴ οὐχὶ ὁ τῇ διαθέσει τῷ παμβασιλεῖ