1

1

Commentarius in Psalmum 92 (fragmenta)

ΕΡΜΗΝΕΙΑ ΤΟΥ 92 ΨΑΛΜΟΥ

35 Πρόδηλον οὖν εἴπερ ὁ χρίων ἀποδεικνύει Θεὸν οὗ τὸν θρόνον εἶπεν αἰώνιον, δῆλος μέν ἐστι φύσει Θεὸς ἐκ Θεοῦ γεννηθεὶς ὁ χρίσας, ὁ δὲ χρισθεὶς ἐπίκτητον εἴληφεν ἀρετὴν ἐκκρίτῳ ναουργίᾳ κοσμηθεὶς ἐκ τῆς τοῦ κατοικοῦντος ἐν αὐτῷ θεότητος.

36 Πέρας γοῦν ὁ προφήτης Ἡσαΐας αὐτὰ μὲν τὰ τῶν παθῶν αὐτοῦ διεξιὼν ἴχνη πρὸς τοῖς ἄλλοις ἐπιφέρει καὶ τοῦτο μεγαλοφωνοτέρᾳ βοῇ, τό· καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν οὔτε εἶδος οὔτε κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Εἶτα διαρρήδην ἐκφαίνων ὡς εἰς τὸν ἄνθρωπον ἀλλ' οὐκ εἰς τὸ θεῖον ἀνήρτηται τὰ τῆς εὐπρεπείας εἴδη τε καὶ πάθη παραυτίκα πάλιν ἐπάγει προσθείς· Ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν.

37 Αὖθις ἄρ' οὗτός ἐστιν ὁ μετὰ τὰς ὕβρεις ἀειδὴς, ἄμορφος ὁραθεὶς, εἶτα πάλιν ἐκ μεταβολῆς εὐπρέπειαν ἐνδυσάμενος. Οὐδὲ γὰρ ὁ κατοικῶν ἐν αὐτῷ Θεὸς ἀμνοῦ δίκην εἰς θάνατον ἤγετο καὶ προβάτου τρόπον ἀπεσφάττετο, φυσικῶς ἀόρατος ὤν.